ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Η θέση σας που επικοινωνεί στην ελληνική γλώσσα.
d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

῾Ομολογία Πίστεως ὀρθοδόξου ἐπισκόπου ἣν ἀναγινώσκει κατὰ τὴν χειροτονίαν αὐτοῦ

Πιστεύω εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· ἄναρχον μὲν καὶ ἀγέννητον καὶ ἀναίτιον, ἀρχὴν δὲ φυσικὴν καὶ αἰτίαν υἱοῦ καὶ πνεύματος.

Πιστεύω καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ἀρρεύστως καὶ ἀχρόνως ἐξ αὐτοῦ γεννηθέντα, ὁμοούσιον αὐτῷ, δι’ οὗ τὰ πάντα ἐγένετο.

Πιστεύω καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ συνδοξαζόμενον ὡς συναΐδιον καὶ σύνθρονον καὶ ὁμοούσιον καὶ ὁμόδοξον καὶ τῆς κτίσεως δημιουργόν.

Πιστεύω τὸν ἕνα τῆς αὐτῆς ὑπερουσίου καὶ ζωαρχικῆς Τριάδος, τὸν μονογενῆ Λόγον, κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμῶν σωτηρίαν σαρκωθῆναι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, ἐνανθρωπῆσαι, τουτέστι τέλειον ἄνθρωπον γενέσθαι, μένοντα θεὸν καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας, διὰ τὴν πρὸς τὴν σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα· ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον, ἐν αὐτῷ τὸ πάθος καὶ τὸν σταυρὸν ὑπομεῖναι, παντὸς πάθους κατὰ τὴν θείαν φύσιν ἐλεύθερον. καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ εἰς τοὺς οὐρανοὺς ἀνεληλυθότα ἐκ δεξιῶν καθίσαι τοῦ θεοῦ καὶ πατρός.

Πιστεύω καὶ τὰς περὶ θεοῦ καὶ τῶν θείων παραδόσεις τε καὶ ἐξηγήσεις τῆς μιᾶς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας.

Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογῶ, καὶ ἕνα πιστεύω τὸν αὐτὸν καὶ κηρύττω Χριστόν, ἐν δυσὶ μετὰ τὴν ἐνανθρώπησιν ταῖς θελήσεσι καὶ φύσεσι, τὰ ἐν οἷς καὶ ἐξ ὧν πέφυκε σῴζοντα. ἀκολούθως δὲ καὶ δύο θελήματα πρεσβεύω, τῆς ἑκάστης φύσεως τὸ ἴδιον θέλημα καὶ τὴν ἰδίαν σῳζούσης ἐνέργειαν.

Προσκυνητής εἰμι σχετικῶς, ἀλλ’ οὐ λατρευτικῶς τῶν θείων καὶ σεπτῶν εἰκόνων, αὐτοῦ τε τοῦ Χριστοῦ καὶ τῆς πανάγνου θεομήτορος καὶ πάντων τῶν ἁγίων, καὶ ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζω τιμήν· τοὺς δὲ ἄλλως ἢ οὕτω φρονοῦντας ὡς ἀλλοτριόφρονας ἀποβάλλομαι.

Ἀναθεματίζω Ἄρειον καὶ τοὺς σὺν αὐτῷ σύμφρονας καὶ κοινωνοὺς τῆς αὐτοῦ μανιώδους κακοδοξίας, Μακεδόνιον καὶ τοὺς περὶ αὐτὸν καλῶς ὀνομασθέντας πνευματομάχους, ὡσαύτως Νεστόριον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας, καὶ τοὺς τούτων ὁμόφρονας ἀποβάλλομαι καὶ ἀναθεματίζω, καὶ τρανῶς ἀνακηρύττω μεγίστῃ φωνῇ·

Πᾶσι τοῖς αἱρετικοῖς ἀνάθεμα!

Ὅλοις τοῖς αἱρετικοῖς ἀνάθεμα!

Τὴν δὲ δέσποιναν ἡμῶν, τὴν θεοτόκον Μαρίαν, κυρίως καὶ ἀληθῶς ὁμολογῶ καὶ κηρύττω ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς τριάδος, Χριστὸν τὸν θεὸν ἡμῶν· ἥ τις γενείη μοι βοηθός, σκέπη καὶ ἀντίληψις πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. ἀμήν.

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

Τὸ ἀνάθεμα κατὰ τῆς αἱρέσεως τοῦ οἰκουμενισμοῦ
τῆς Ῥωσικῆς Ὀρθοδόξου Ἐκκλησίας τῆς Διασπορᾶς (1983)

Τοῖς βάλλουσι κατὰ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ καὶ διδάσκουσιν ὅτι ἡ τοῦ Χριστοῦ
Ἐκκλησία μεμέρισται ἐν οὕτω καλουμένοις «κλάδοις» οἵτινες διαφέρουσιν ἀλλήλων ἐν
διδασκαλίᾳ καὶ τρόπῳ ζωῆς, ἢ ὅτι ἡ Ἐκκλησία οὐχ ὑφίσταται ὁρατῶς, ἀλλ’
ἀπαρτισθήσεται ἐν τῷ μέλλοντι, ὅταν ἄπαντες οἱ «κλάδοι» ἢ τμήματα ἢ ὁμολογίαι ἢ
προσέτι καὶ θρησκεῖαι ἑνωθούσιν ἐν ἑνὶ σώματι· καὶ οἵτινες οὐ διακρίνουσι τὴν
ἱερωσύνην καὶ τὰ μυστήρια τῆς Ἐκκλησίας ἀπὸ τὴν ἱερωσύνην καὶ τὰ μυστήρια τῶν
αἱρετικῶν, ἀλλὰ λέγουσιν ὅτι τὸ βάπτισμα καὶ ἡ εὐχαριστία τῶν αἰρετικῶν εἰσὶν ἱκανὰ
πρὸς σωτηρίαν· ὡσαύτως, τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς προμνημονευθεῖσιν αἱρετικοῖς
ἢ συνηγοροῦσι, διαδίδουσι, ἢ ὑπεραμυνομένοις τῆς καινοφανοῦς αὐτῶν αἱρέσεως τοῦ
οἱκουμενισμοῦ ἐν προσχήματι ἀδελφικῆς ἀγάπης, ἢ ὑποτιθέμενης ἑνώσεως τῶν
διαχωρισθέντων Χριστιανῶν, ἀνάθεμα.

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ΣΥΝΟΔΙΚΟΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

http://symbole.gr/chrtoms/dogma/105-synodikonorthodox

Προοίμιον (ἢ τίτλος)

§1 Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία καθ’ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.

(Κυρίως Συνοδικόν)

§2 Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. ᾿Ησαΐας μὲν γάρ φησιν ἐγκαινίζεσθαι νήσους πρὸς τὸν Θεόν, τὰς ἐξ ἐθνῶν ὑπαινιττόμενος ἐκκλησίας· εἶεν δ’ ἂν ἐκκλησίαι, οὐχ αἱ τῶν ναῶν ἁπλῶς οἰκοδομαὶ καὶ φαιδρότητες, ἀλλὰ τῶν ἐν αὐταῖς εὐσεβούντων τὸ πλήρωμα, καὶ οἷς ἐκεῖνοι τὸ θεῖον ὕμνοις καὶ δοξολογίαις θεραπεύουσιν. ὁ δὲ ἀπόστολος, αὐτὸ τοῦτο παραινῶν, «ἐν καινότητι ζωῆς περιπατῆσαι» διακελεύεται καὶ «εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» ἀνακαινίζεσθαι. τὰ δέ γε κυριακὰ λόγια τὴν προφητικὴν δεικνύντα κατάστασιν, «ἐγένετο, φησίν, τὰ ἐγκαίνια ἐν ᾿Ιεροσολύμοις καὶ χειμὼν ἦν», εἴτε νοητὸς καθ’ ὃν τὸ τῶν Ἰουδαίων ἔθνος κατὰ τοῦ κοινοῦ σωτῆρος τὰς τῆς μιαιφονίας ἐκίνει καταιγίδας καὶ τὸν τάραχον, εἴτε καὶ ὁ τὰς σωματικὰς αἰσθήσεις τῇ τοῦ ἀέρος ἐπὶ τὸ κρυμῶδες παραλυπῶν μεταβολῇ. γέγονε γὰρ δή, γέγονε καὶ καθ’ ἡμᾶς χειμὼν οὐχ ὁ τυχών, ἀλλ’ ὁ τῷ ὄντι τῆς μεγάλης κακίας ἐκχέων τὴν ὠμότητα, ἀλλ’ ἤνθησεν ἡμῖν τῶν χαρίτων τοῦ Θεοῦ τὸ πρωτοκαίριον ἔαρ, ἐν ᾧ καὶ τὴν εὐχαριστήριον τῶν ἐπ’ ἀγαθοῖς θερισμῶν[1] τῷ Θεῷ συνεληλύθαμεν ποιήσασθαι, ὡς ἂν φαίημεν ψαλμικώτερον· «θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά, μνήσθητι ταύτης». καὶ γὰρ τοὺς ὀνειδίσαντας Κύριον ἐχθροὺς καὶ τὴν τούτου ἁγίαν προσκύνησιν ἐν ἁγίαις εἰκόσιν ἐξατιμώσαντας ἐπαρθέντας τε καὶ ὑψωθέντας τοῖς δυσσεβήμασι, κατέρραξεν αὐτοὺς ὁ τῶν θαυμασίων Θεὸς καὶ τὸ τῆς ἀποστασίας φρύαγμα κατηδάφισεν, οὐδὲ παρεῖδε τὴν φωνὴν τῶν βοώντων πρὸς αὐτόν· «μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου»[2]. ἀντάλλαγμα δ’ ἂν εἶεν τοῦ Χριστοῦ οἱ τῷ θανάτῳ αὐτοῦ ἐξαγορασθέντες καὶ πεπιστευκότες αὐτῷ διά τε λόγων ἀνακηρύξεως καὶ εἰκονικῆς ἀνατυπώσεως, δι’ ὧν τὸ μέγα τῆς οἰκονομίας ἔργον τοῖς λελυτρωμένοις ἐπιγινώσκεται, διὰ σταυροῦ τε καὶ τῶν πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν παθῶν τε καὶ θαυμάτων αὐτοῦ· ἐξ ὧν καὶ ἡ τῶν αὐτοῦ παθημάτων μίμησις εἰς ἀποστόλους, ἐκεῖθέν τε εἰς μάρτυρας διαβαίνει, καὶ δι’ αὐτῶν μέχρις ὁμολογητῶν καὶ ἀσκητῶν κάτεισι.

§3 Τούτου τοίνυν τοῦ ὀνειδισμοῦ, «οὗ ὠνείδισαν οἱ ἐχθροὶ Κυρίου, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ αὐτοῦ», ἐπιμνησθεὶς ὁ Θεὸς ἡμῶν ὁ τοῖς ἰδίοις σπλάγχνοις παρακαλούμενος καὶ ταῖς μητρικαῖς αὐτοῦ δεήσεσιν ἐπικαμπτόμενος, ἔτι δὲ καὶ ἀποστολικαῖς καὶ πάντων τῶν ἁγίων, οἳ συνεξυβρίσθησαν αὐτῷ καὶ συνεξουθενώθησαν ἐν ταῖς εἰκόσιν, ἵνα, ὥς περ συνέπαθον σαρκί, οὕτως ἄρα, ὡς ἔοικε, καὶ ταῖς κατὰ τῶν σεπτῶν εἰκόνων αὐτῷ συγκοινωνήσωσιν ὕβρεσιν, ἐνήργησεν ὕστερον ὅ τι βεβούληται σήμερον, καὶ πέπραχε δεύτερον ὅ περ ἐτέλεσε πρότερον. πρότερον μὲν γάρ, μετὰ πολυετῆ τινα χρόνον τῆς τῶν ἁγίων εἰκόνων ἐκφαυλίσεως καὶ ἀτιμίας, ἐπανέστρεψε τὴν εὐσέβειαν εἰς ἑαυτήν· νυνὶ δέ, ὅ περ ἐστὶ δεύτερον, μικροῦ μετὰ τριάκοντα ἔτη κακώσεως, κατηρτίσατο τοῖς ἀναξίοις ἡμῖν τὴν τῶν δυσχερῶν ἀπαλλαγὴν καὶ τῶν λυπούντων τὴν ἀπολύτρωσιν καὶ τῆς εὐσεβείας τὴν ἀνακήρυξιν καὶ τῆς εἰκονικῆς προσκυνήσεως τὴν ἀσφάλειαν καὶ τὴν πάντα φέρουσαν ἡμῖν τὰ σωτήρια ἑορτήν. ἐν γὰρ ταῖς εἰκόσιν ὁρῶμεν τὰ ὑπὲρ ἡμῶν τοῦ δεσπότου πάθη, τὸν σταυρόν, τὸν τάφον, τὸν ᾅδην νεκρούμενον καὶ σκυλευόμενον, τῶν μαρτύρων τοὺς ἄθλους, τοὺς στεφάνους, αὐτὴν τὴν σωτηρίαν, ἣν ὁ πρῶτος ἡμῶν ἀθλοθέτης καὶ ἀθλοδότης καὶ στεφανίτης «ἐν μέσῳ τῆς γῆς κατειργάσατο». ταύτην σήμερον τὴν πανήγυριν ἑορτάζομεν, ἐν ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν.

[Ἔξω, τρίς]

§4 Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια μόνος.

§5 Τοὺς φαυλιστὰς γὰρ τῆς σῆς δόξης ἐξεμυκτήρισας, τοὺς τολμητὰς κατὰ τῆς εἰκόνος καὶ θρασεῖς, δειλοὺς καὶ πεφευγότας ἀπέδειξας.

§6 Ἀλλ’ ἡ μὲν εἰς Θεὸν εὐχαριστία καὶ τὸ δεσποτικὸν κατὰ τῶν ἀντιπάλων τρόπαιον ἐν τούτοις· τὰ δέ γε κατὰ τῶν εἰκονομαχούντων ἆθλά τε καὶ παλαίσματα ἕτερος λόγος καὶ λογογραφία διεξοδικωτέρα δηλώσει. ὡς ἐν καταπαύσει δέ τινι τῇ μετὰ τὴν ἐρημικὴν πάροδον, εἰς κατάσχεσιν τῆς νοητῆς ᾿Ιερουσαλὴμ καθεστῶτες, μωσαϊκῇ τινι μιμήσει, μᾶλλον δὲ θεϊκῇ διακελεύσει, οἷα στήλῃ τινὶ ἐκ μεγίστων λίθων συνηρμοσμένῃ καὶ πρὸς ἀποδοχὴν γραφῆς διατιθεμένῃ, ταῖς τῶν ἀδελφῶν καρδίαις τάς τε εὐλογίας αἳ ὀφείλονται τοῖς νομοφυλακτοῦσι καὶ τὰς ἀρὰς δὲ αἷς ἑαυτοὺς ὑποβάλλουσιν οἱ παρανομοῦντες, δίκαιόν τε καὶ ὀφειλόμενον δεῖν ᾠήθημεν ἀναγράψαι. δι᾿ ὃ φαμὲν τάδε·

§7 Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν λόγῳ, στόματι, καρδίᾳ καὶ νοΐ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη (γ΄).

§8 Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον καὶ ταύτης [τὸ] κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη (γ΄).

§9 Τῶν πιστευόντων καὶ διακηρυκευομένων ἤτοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον[3]συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι’ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη (γ΄).

§10 Τῶν τῷ λόγῳ ἁγιαζόντων τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κηρυσσόντων ὡς ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰκόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀνάγεται δὲ δι’ αὐτῶν ὁ νοῦς πρὸς θεογνωσίαν, ὥς περ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη (γ΄).

§11 Τῶν ἐπισταμένων ὡς ἡ ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον τὴν παναγίαν προέγραφέ[4] τε καὶ προδιετύπου παρθένον τὴν θεοτόκον Μαρίαν, καὶ ὡς ταῦτα μὲν προετύπου ταύτην, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγονε δὲ κόρη καὶ διαμένει μετὰ τὴν θεογεννησίαν παρθένος, καὶ διὰ τοῦτο μᾶλλον κόρην αὐτὴν τοῖς εἰκονίσμασι γραφόντων ἢ τοῖς τύποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη (γ΄).

§12 Τῶν τὰς προφητικὰς ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχημάτιζε καὶ διετύπου, εἰδότων καὶ ἀποδεχομένων καὶ πιστευόντων ἅ περ ὁ τῶν προφητῶν χορὸς ἑωρακότες διηγήσαντο, καὶ τὴν [5]τῶν ἀποστόλων καὶ εἰς Πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον παράδοσιν κρατυνόντων, καὶ διὰ τοῦτο εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνία ἡ μνήμη (γ΄).

§13 Τῶν συνιέντων Μωσέως λαλοῦντος· «προσέχετε ἑαυτοῖς ὅτι τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος ὁ Θεὸς ἐν Χωρὴβ ἐπὶ τοῦ ὄρους, φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, ὁμοίωμα δὲ οὐκ εἴδετε», καὶ εἰδότων ἀποκριθῆναι ὀρθῶς· εἰ δὲ εἴδομέν τι, ἀληθῶς δὲ εἴδομεν, ὡς ὁ τῆς βροντῆς υἱὸς ἡμᾶς ἐδίδαξεν· «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ταῦτα μαρτυροῦμεν», καὶ πάλιν ὡς οἱ ἄλλοι τοῦ Λόγου μαθηταί· «καὶ συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν», οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· τῶν γοῦν διαστέλλειν θεόθεν δυναμωθέντων τὴν ἐν τῷ νόμῳ παραγγελίαν καὶ τὴν ἐν χάριτι διδασκαλίαν, καὶ τὸ ἐν ἐκείνῳ μὲν ἀόρατον, ἐν ταύτῃ δὲ καὶ ὁρατὸν καὶ ψηλαφητόν, καὶ διὰ τοῦτο τὰ ὁραθέντα τε καὶ ψηλαφηθέντα εἰκονογραφούντων καὶ προσκυνούντων, αἰωνία ἡ μνήμη (γ΄).

§14 Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν[6], ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.

[Ἔξω]

§15 Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν.

§16 Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως, εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν·

[Χαμαί]

Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου τῶν ὡς ἀληθῶς ἀρχιερέων Θεοῦ καὶ τῆς ὀρθοδοξίας προμάχων καὶ διδασκάλων, αἰωνία ἡ μνήμη (γ΄).

§17 Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου καὶ Νικολάου τῶν ἁγιωτάτων καὶ ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§18 Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, Ἰγνατίου, Φωτίου, Νικηφόρου, Ἀντωνίου, καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα (γ΄).

§19 Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων καινοτομηθέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα (γ΄).

§20 Στεφάνου τοῦ ὁσιομάρτυρος καὶ ὁμολογητοῦ τοῦ νέου αἰωνία ἡ μνήμη (γ΄).

§21 Εὐθυμίου, Θεοφίλου καὶ Αἰμιλιανοῦ, τῶν ἀοιδίμων ὁμολογητῶν καὶ ἀρχιεπισκόπων, αἰωνία ἡ μνήμη (γ΄).

§22 Θεοφυλάκτου, Πέτρου, Μιχαὴλ καὶ Ἰωσήφ, τῶν μακαρίων μητροπολιτῶν, αἰωνία ἡ μνήμη (γ΄).

§23 Ἰωάννου, Νικολάου καὶ Γεωργίου, τῶν τρισολβίων ὁμολογητῶν καὶ ἀρχιεπισκόπων, καὶ πάντων τῶν ὁμοφρονησάντων αὐτοῖς ἐπισκόπων, αἰωνία ἡ μνήμη (γ΄).

§24 Θεοδώρου τοῦ πανοσίου ἡγουμένου τοῦ Στουδίτου[7]* αἰωνία ἡ μνήμη (γ΄).

§25 Ἰσαακίου τοῦ θαυματουργοῦ καὶ Ἰωαννικίου τοῦ προφητικωτάτου αἰωνία ἡ μνήμη (γ΄).

§26 Ἱλαρίωνος τοῦ ὁσιωτάτου ἀρχιμανδρίτου καὶ ἡγουμένου τῶν Δαλμάτων αἰωνία ἡ μνήμη (γ΄).

§27 Συμεὼν τοῦ ὁσιωτάτου στυλίτου αἰωνία ἡ μνήμη (γ΄).

§28 Θεοφάνους τοῦ ὁσιωτάτου ἡγουμένου τοῦ μεγάλου Ἀγροῦ αἰωνία ἡ μνήμη (γ΄).

§29 Αὗται ὡς εὐλογίαι πατέρων ἀπ’ αὐτῶν εἰς ἡμᾶς τοὺς υἱοὺς ζηλοῦντας αὐτῶν τὴν εὐσέβειαν διαβαίνουσιν· ὡσαύτως δὲ καὶ αἱ ἀραὶ τοὺς πατραλοίας καὶ τῶν δεσποτικῶν ἐντολῶν ὑπερόπτας καταλαμβάνουσι· δι᾿ ὃ κοινῇ πάντες, ὅσον εὐσεβείας πλήρωμα, οὕτως αὐτοῖς τὴν ἀρὰν ἣν αὐτοὶ ἑαυτοὺς[8] ὑπεβάλοντο ἐπιφέρομεν·

§30 Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κατασχηματιζομένοις, πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνουμένοις, ἀνάθεμα (α΄).

§31 Τοῖς τῷ ῥήματι τοῦ ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦτο μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα (α΄).

§32 Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παραδεχομένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας –ὢ θαῦμα!– καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν[9] τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα (α΄).

§33 Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ «προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος, συνιοῦσιν, εἶτα λέγουσι δέξασθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προφήτου χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συνανεστράφη ἀνθρώποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα [τὰ] ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποίησε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀνεχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα (γ΄).

§34 Τοῖς ἐπιμένουσι τῇ εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χριστομάχῳ ἀποστασίᾳ, καὶ μήτε διὰ τῆς μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σωτηρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς ἀποστολικαῖς διδασκαλίαις ἐναστραφθῆναι[10] τὴν εὐσέβειαν προαιρουμένοις μήτε [ταῖς] πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ ῾Ελλήνων μερίδι καθυποβαλλομένοις[11]· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρωτότυπον βλασφημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθριῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδασκαλίαν τὰ ὦτα βεβυσμένοις, ὡς ἤδη λοιπὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς Εκκλησίας ἀποτεμοῦσιν ἑαυτούς, ἀνάθεμα (γ΄).

§35 Τοῖς εἰσάγουσιν ἐπὶ τῆς ἀρρήτου ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καινοφωνίας τινάς, καὶ λέγουσιν ἢ φρονοῦσι προσκυνεῖν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τῇ ἀπροσίτῳ θεότητι δουλικῶς, καὶ τὴν δουλείαν ἀίδιον κεκτῆσθαι ὡς οὐσιώδη καὶ ἀναπόβλητον, ἀνάθεμα (γ΄).

§36 Τοῖς μὴ μετὰ πάσης εὐλαβείας χρωμένοις τῇ κατ' ἐπίνοιαν διαιρέσει πρὸς δήλωσιν μόνον τῆς ἑτερότητος τῶν ἐν Χριστῷ συνδραμουσῶν ἀρρήτως δύο φύσεων καὶ ἐν αὐτῷ ἀσυγχύτως καὶ ἀδιαιρέτως ἡνωμένων, ἀλλὰ καταχρωμένοις τῇ τοιαύτῃ διαιρέσει καὶ λέγουσι «τὸ πρόσλημμα οὐ τῇ φύσει μόνον ἕτερον, ἄλλα καὶ τῇ ἀξίᾳ» καὶ ὅτι «λατρεύει Θεῷ καὶ ὑπηρεσίαν προσφέρει δουλικὴν καὶ [τιμὴν] τὴν προσήκουσαν ἀπονέμει ὡς ὀφειλήν, καθά περ τὰ λειτουργικὰ πνεύματα τὰ τῷ Θεῷ ὑπηρετοῦντά τε καὶ λατρεύοντα δουλικῶς», καὶ ἰδίᾳ «τὸ πρόσλημμα ἀρχιερέα μέγιστον εἶναι» διδάσκουσι, καὶ οὐχὶ τὸν Θεὸν Λόγον ὅτι γέγονεν ἄνθρωπος, ὡς διὰ τῶν τοιούτων τὸν ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν διαιρεῖν τολμῶσιν ὑποστατικῶς, ἀνάθεμα (γ΄).

§37 Τοῖς λέγουσιν, ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου πάθους τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθεῖσαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ' αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, ὡς ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον δι' ἡμᾶς χρηματίσαντος, ὅτι περ ὁ αὐτὸς καὶ Θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ Θεῷ καὶ Πατρί, οὐ προσεδέξατο δὲ ὡς Θεὸς μετὰ τοῦ Πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν Θεὸν Λόγον καὶ τὸ ὁμοούσιον καὶ ὁμόδοξον τούτου παράκλητον Πνεῦμα τῆς θεοπρεποῦς ὁμοτιμίας τε καὶ ἀξίας, ἀνάθεμα (γ΄).

§38 Τοῖς τὴν καθ' ἕκαστην προσαγομένην θυσίαν ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄).

§39 Τοῖς ἀκούουσι μὲν τοῦ σωτῆρος περὶ τῆς παρ' αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομενοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυροῦ παρὰ τοῦ σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ' ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ σωτῆρι τετελεσμένην εἰσάγουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι' οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα (γ΄).

§40 Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρωπίνης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανακηράτου Τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρότερον[12] μὲν τῷ μονογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ σωτήριον πάθος τοῦ σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα[13], τῶν θείων καὶ μακαρίων πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδασκόντων, καὶ[14] δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα (γ΄).

§41 Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξασι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα (γ΄).

§42 Θεοδότῳ, Ἀντωνίῳ καὶ Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα (γ΄).

§43 Παύλῳ τῷ εἰς Σαῦλον ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπικαλουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ, ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ[15] τῷ Λέοντι, καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπιτηδεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν ἐπιμένουσιν αὐτῶν τῇ δυσσεβείᾳ, ἀνάθεμα (γ΄).

§44 Γεροντίῳ τῷ ἐκ Λάμπης μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι καὶ ἠλειμμένον ἑαυτὸν ἀποκαλέσαντι ἐπ’ ἀνατροπῇ –φεῦ!– τῆς σωτηριώδους οἰκονομίας τοῦ Χριστοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι καὶ τοῖς ὁμόφροσιν αὐτῷ, ἀνάθεμα (γ΄).

Κατὰ τοῦ Ἰταλοῦ Ἰωάννου, κεφάλαια ια΄ (ἢ ι΄)

α΄

§45 Τοῖς ὅλως ἐπιχειροῦσιν οἵαν δή τινα ζήτησιν καὶ διδαχὴν τῇ ἀρρήτῳ ἐνσάρκῳ οἰκονομίᾳ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπάγειν καὶ ζητεῖν οἵῳ τρόπῳ αὐτὸς ὁ Θεὸς Λόγος τῷ ἀνθρωπίνῳ φυράματι ἥνωται καὶ τὴν προσληφθεῖσαν σάρκα κατὰ τίνα λόγον ἐθέωσε, καὶ λόγοις διαλεκτικοῖς φύσιν καὶ θέσιν ἐπὶ τῆς ὑπὲρ φύσιν καινοτομίας τῶν δύο φύσεων τοῦ Θεοῦ καὶ ἀνθρώπου λογομαχεῖν πειρωμένοις, ἀνάθεμα (γ΄).

β΄

§46 Τοῖς εὐσεβεῖν μὲν ἐπαγγελλομένοις, τὰ τῶν Ἑλλήνων δὲ δυσσεβῆ δόγματα τῇ ὀρθοδόξῳ καὶ καθολικῇ ἐκκλησίᾳ περί τε ψυχῶν ἀνθρωπίνων καὶ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἄλλων κτισμάτων ἀναιδῶς ἢ μᾶλλον ἀσεβῶς ἐπεισάγουσιν, ἀνάθεμα (γ΄).

γ΄

§47 Τοῖς τὴν μωρὰν τῶν ἔξωθεν φιλοσόφων λεγομένην σοφίαν προτιμῶσι καὶ τοῖς καθηγηταῖς αὐτῶν ἑπομένοις καὶ τάς τε μετεμψυχώσεις τῶν ἀνθρωπίνων ψυχῶν ἢ καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις ταύτας ἀπόλλυσθαι καὶ εἰς τὸ μηδὲν χωρεῖν δεχομένοις, καὶ διὰ τούτων ἀνάστασιν καὶ κρίσιν καὶ τὴν τελευταίαν τῶν βεβιωμένων ἀνταπόδοσιν ἀθετοῦσιν, ἀνάθεμα (γ΄).

δ΄

§48 Τοῖς τὴν ὕλην ἄναρχον καὶ τὰς ἰδέας ἢ συνάναρχον τῷ δημιουργῷ πάντων καὶ Θεῷ δογματίζουσι, καὶ ὅτι περ οὐρανὸς καὶ γῆ καὶ τὰ λοιπὰ τῶν κτισμάτων ἀίδιά τε εἰσὶ καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλλοίωτα, καὶ ἀντινομοθετοῦσι τῷ εἰπόντι· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι», καὶ ἀπὸ γῆς κενοφωνοῦσι καὶ τὴν θείαν ἀρὰν ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα (γ΄).

ε΄

§49 Τοῖς λέγουσιν ὅτι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ πρῶτοι τῶν αἱρεσιαρχῶν, οἱ παρὰ τῶν ἑπτὰ ἁγίων καὶ καθολικῶν συνόδων καὶ παρὰ πάντων τῶν ὀρθοδοξίᾳ λαμψάντων πατέρων ἀναθέματι καθυποβληθέντες ὡς ἀλλότριοι τῆς καθολικῆς ἐκκλησίας, διὰ τὴν ἐν λόγοις αὐτῶν κίβδηλον καὶ ῥυπαρὰν[16] περιουσίαν, κρείττονες εἰσὶ κατὰ πολὺ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ κρίσει[17] τῶν εὐσεβῶν μὲν καὶ ὀρθοδόξων ἀνδρῶν, ἄλλως δὲ κατὰ πάθος ἀνθρώπινον ἢ ἀγνόημα πλημμελησάντων, ἀνάθεμα (α΄).

§50 Τοῖς μὴ πίστει καθαρᾷ καὶ ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ τὰ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν τεκούσης δεσποίνης ἡμῶν [καὶ] θεοτόκου καὶ τῶν λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις, ἀλλὰ πειρωμένοις ἀποδείξεσι καὶ λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν ἢ κατὰ τὸ δοκοῦν αὐτοῖς παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνιστᾶν, ἀνάθεμα (α΄).

ζ΄

§51 Τοῖς τὰ ἑλληνικὰ διεξιοῦσι μαθήματα καὶ μὴ διὰ παίδευσιν μόνον ταῦτα παιδευομένοις, ἀλλὰ καὶ ταῖς δόξαις αὐτῶν ταῖς ματαίαις ἑπομένοις καὶ ὡς ἀληθέσι πιστεύουσι, καὶ οὕτως αὐταῖς ὡς τὸ βέβαιον ἐχούσαις ἐγκειμένοις, ὥστε καὶ ἑτέρους ποτὲ μὲν λάθρᾳ ποτὲ δὲ φανερῶς ἐνάγειν αὐταῖς καὶ διδάσκειν ἀνενδοιάστως, ἀνάθεμα (α΄).

η΄

§52 Τοῖς μετὰ τῶν ἄλλων μυθικῶν πλασμάτων ἀφ’ ἑαυτῶν καὶ τὴν καθ’ ἡμᾶς πλάσιν μεταπλάττουσι καὶ τὰς πλατωνικὰς ἰδέας ὡς ἀληθεῖς δεχομένοις καὶ ὡς αὐθυπόστατον τὴν ὕλην παρὰ τῶν ἰδίων μορφοῦσθαι λέγουσι καὶ προφανῶς διαβάλλουσι τὸ αὐτεξούσιον τοῦ δημιουργοῦ τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος τὰ πάντα καὶ ὡς ποιητοῦ πᾶσιν ἀρχὴν καὶ τέλος ἐπιτιθέντος ἐξουσιαστικῶς καὶ δεσποτικῶς, ἀνάθεμα (α΄).

θ΄

§53 Τοῖς λέγουσιν ὅτι ἐν τῇ τελευταίᾳ καὶ κοινῇ ἀναστάσει μεθ’ ἑτέρων σωμάτων οἱ ἄνθρωποι ἀναστήσονται καὶ κριθήσονται, καὶ οὐχὶ μεθ’ ὧν κατὰ τὸν παρόντα βίον ἐπολιτεύσαντο, ἅτε τούτων φθειρομένων καὶ ἀπολλυμένων, καὶ ληροῦσι κενὰ καὶ μάταια κατ᾿ αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καὶ τῶν μαθητῶν αὐτοῦ, διδασκάλων δὲ ἡμετέρων, οὕτω διδαξάντων ὡς μεθ’ ὧν ἐπολιτεύσαντο ἄνθρωποι σωμάτων μετὰ τούτων καὶ κριθήσονται, ἔτι δὲ καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου, καὶ διαρρήδην ἐν τῷ περὶ ἀναστάσεως λόγῳ πλατύτερον διὰ παραδειγμάτων τὴν ἀλήθειαν ἀναδιδάξαντος καὶ τοὺς ἑτέρως φρονοῦντας ὡς ἄφρονας ἀπελέγξαντος· τοῖς γοῦν τοῖς τοιούτοις ἀντινομοθετοῦσι δόγμασι καὶ διδάγμασιν, ἀνάθεμα (α΄).

ι΄

§54 Τοῖς δεχομένοις καὶ παραδιδοῦσι τὰ μάταια καὶ ἑλληνικὰ ῥήματα· ὅτι τε προΰπαρξις ἐστὶ τῶν ψυχῶν καὶ οὐκ ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ἐγένετο καὶ παρήχθη[18], καὶ ὅτι τέλος ἐστὶ τῆς κολάσεως ἢ ἀποκατάστασις αὖθις τῆς κτίσεως καὶ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ διὰ τῶν τοιούτων λόγων τὴν βασιλείαν τῶν οὐρανῶν λυομένην πάντως καὶ παράγουσαν εἰσάγουσιν, ἣν αἰωνίαν καὶ ἀκατάλυτον αὐτός τε ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐδίδαξε καὶ παρέδοτο, καὶ διὰ πάσης τῆς παλαιᾶς καὶ νέας γραφῆς ἡμεῖς παρελάβομεν, ὅτι καὶ ἡ κόλασις ἀτελεύτητος καὶ ἡ βασιλεία ἀίδιος, διὰ δὲ τῶν τοιούτων λόγων ἑαυτούς τε ἀπολλύουσι καὶ ἑτέροις αἰωνίας καταδίκης προξένοις γενομένοις, ἀνάθεμα (γ΄).

ια΄ (ἢ κατὰ τοῦ μοναχοῦ Νείλου, κεφάλαιον α΄)

§55 Τοῖς δογματισθεῖσι δυσσεβῶς παρὰ τοῦ ἀμονάχου Νείλου πᾶσι καὶ τοῖς κοινωνοῦσιν αὐτοῖς, ἀνάθεμα (γ΄).

Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1166, κεφάλαια ε΄

α΄

§56 Τοῖς μὴ ὀρθῶς τὰς τῶν ἁγίων διδασκάλων τῆς τοῦ Θεοῦ ἐκκλησίας θείας φωνὰς ἐκλαμβανομένοις καὶ τὰ σαφῶς καὶ[19] ἀριδήλως ἐν αὐταῖς διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος εἰρημένα παρερμηνεύειν τε καὶ περιστρέφειν πειρωμένοις, ἀνάθεμα (γ΄).

β΄

§57 Τῶν παραδεχομένων τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» λέγεσθαι σὺν ταῖς λοιπαῖς[20]ἑρμηνείαις τῶν ἁγίων πατέρων καὶ κατὰ τὴν ἐν αὐτῷ ἀνθρωπότητα, καθ’ ἣν καὶ πέπονθε, καθὼς διαρρήδην ἐν πολλοῖς τῶν θεοπνεύστων λόγων αὐτῶν οἱ ἅγιοι πατέρες ἀνακηρύττουσιν, ἔτι δὲ καὶ λεγόντων τὸν αὐτὸν Χριστὸν κατὰ τὴν ἑαυτοῦ σάρκα παθεῖν, αἰωνία ἡ μνήμη (γ΄).

γ΄

§58 Τοῖς νοοῦσι καὶ φθεγγομένοις τὴν θέωσιν τοῦ προσλήμματος μετάμειψιν τῆς ἀνθρωπίνης φύσεως εἰς θεότητα καὶ μὴ φρονοῦσιν ἐξ αὐτῆς ἑνώσεως θείας μὲν ἀξίας καὶ μεγαλειότητος μετασχεῖν τὸ σῶμα τοῦ Κυρίου καὶ προσκυνεῖσθαι μιᾷ προσκυνήσει ἐν τῷ προσλαβομένῳ αὐτὸ Θεῷ Λόγῳ καὶ εἶναι ὁμότιμον ὁμόδοξον ζωοποιὸν ἰσοκλεὲς τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι καὶ ὁμόθρονον, μὴ μέντοι γε δὲ γενέσθαι ὁμοούσιον τῷ Θεῷ, ὡς ἐκστῆναι τῶν φυσικῶν ἰδιοτήτων. τοῦ κτιστοῦ τοῦ περιγραπτοῦ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ ἀνθρωπείᾳ φύσει τοῦ Χριστοῦ θεωρουμένων, μεταμειφθῆναι δὲ εἰς τὴν [τῆς] θεότητος οὐσίαν, ὡς ἐκ τούτου εἰσάγειν ἢ φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ γεγονέναι τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὰ πάθη ἢ τὴν τοῦ μονογενοῦς θεότητα παθεῖν, ἀνάθεμα (γ΄).

δ΄

§59 Τῶν λεγόντων ὅτι «ἡ σὰρξ τοῦ Κυρίου ἐξ αὐτῆς ἑνώσεως ὑπερυψωθεῖσα καὶ ἀνωτάτω πάσης τιμῆς ὑπερκειμένη, ὡς ἐξ ἄκρας ἑνώσεως ὁμόθεος γενομένη, ἀμεταβλήτως ἀναλλοιώτως ἀσυγχύτως καὶ ἀτρέπτως, διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, καὶ ἀχώριστος καὶ ἀδιάσπαστος[21] μένουσα τῷ προσλαβομένῳ αὐτὴν Θεῷ Λόγῳ, ἰσοκλεῶς αὐτῷ τιμᾶται[22] καὶ προσκυνεῖται μιᾷ προσκυνήσει καὶ τοῖς βασιλικοῖς καὶ θείοις ἐγκαθίδρυται θώκοις ἐκ δεξιῶν τοῦ Πατρὸς ὡς τὰ τῆς θεότητος αὐχήματα καταπλουτήσασα, σῳζομένων τῶν ἰδιοτήτων τῶν φύσεων, αἰωνία ἡ μνήμη (γ΄).

ε΄

§60 Τοῖς ἀποβαλλομένοις τὰς τῶν ἁγίων πατέρων φωνὰς τὰς ἐπὶ συστάσει τῶν ὀρθῶν τῆς τοῦ Θεοῦ ἐκκλησίας δογμάτων ἐκφωνηθείσας Ἀθανασίου, Κυρίλλου, Ἀμβροσίου, Ἀμφιλοχίου, τοῦ θεηγόρου Λέοντος πάπα[23] τῆς πρεσβυτέρας ῾Ρώμης, καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τὰ τῶν οἰκουμενικῶν συνόδων πρακτικά, τῆς τετάρτης τε φημὶ καὶ τῆς ἕκτης, μὴ κατασπαζομένοις, ἀνάθεμα (γ΄).

Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1170, κεφάλαια δ΄

α΄

§61 Τοῖς μὴ δεχομένοις τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καθώς τε κατὰ διαφόρους τρόπους οἱ ἅγιοι ταύτην ἐξηγήσαντο, οἱ μὲν κατὰ τὴν αὐτοῦ θεότητα λέγοντες ταύτην[24] ῥηθῆναι διὰ τὸ[25] αἴτιον τῆς ἐκ τοῦ Πατρὸς τούτου γεννήσεως[26], οἱ δὲ κατὰ τὰς φυσικὰς ἰδιότητας τῆς προσληφθείσης παρ’ αὐτοῦ[27] σαρκὸς καὶ ἐνυποστάσης τῇ αὐτοῦ θεότητι, ἤγουν τὸ κτιστὸν τὸ περιγραπτὸν τὸ θνητὸν καὶ τὰ λοιπὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη, δι’ ἅ περ ἑαυτοῦ μείζονα τὸν Πατέρα ὁ Κύριος εἴρηκεν, ἀλλὰ τότε λέγουσι τὴν τοιαύτην νοεῖσθαι φωνήν, ὅτε κατὰ ψιλὴν ἐπίνοιαν νοεῖται ἡ σὰρξ κεχωρισμένη τῆς θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη, καὶ μὴ ἐκλαμβανομένοις τὴν τοιαύτην ῥῆσιν τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως καθὼς παρὰ τῶν ἁγίων πατέρων ἐλέχθη τότε, ὁπηνίκα καὶ δούλη καὶ ἀγνοοῦσα[28] λέγεται, ὡς μὴ ἀνεχομένοις[29] τὴν ὁμόθεον καὶ ὁμότιμον τοῦ Χριστοῦ σάρκα διὰ τῶν τοιούτων φωνῶν καθυβρίζεσθαι, λέγουσι δὲ κατὰ ψιλὴν ἐπίνοιαν παραλαμβάνεσθαι καὶ τὰς φυσικὰς ἰδιότητας τὰς ὡς[30] ἀληθῶς οὔσας τῆς τοῦ Κυρίου σαρκὸς τῆς ἐνυποστάσης τῇ αὐτοῦ θεότητι καὶ ἀδιαιρέτου μενούσης, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνυποστάτων καὶ ψευδῶν ἅ περ καὶ περὶ τῶν ἐνυποστάτων καὶ ἀληθῶν δογματίζουσιν, ἀνάθεμα (γ΄).

β΄

§61 Τῷ χρηματίσαντι μητροπολίτῃ Κερκύρας Κωνσταντίνῳ τῷ τοῦ[31] Βουλγαρίας, κακῶς καὶ ἀσεβῶς δογματίζοντι περὶ τῆς τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνῆς τῆς «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καὶ μὴ φρονοῦντι καὶ λέγοντι ὅτι[32] καθ’ ἑτέρας μὲν εὐσεβεῖς[33] ἐννοίας ἐκλαμβάνεται αὕτη παρὰ τῶν ἁγίων καὶ θεοφόρων πατέρων, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν σάρκα ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου καὶ τῇ αὐτοῦ ἐνυποστᾶσαν θεότητι, ἀσυγχύτους[34] μετὰ τὴν ἀδιαίρετον ἕνωσιν τὰς ἑαυτῆς ἰδιότητας ἔχουσαν, καθ’ ἃς τὸν Πατέρα ὁ Κύριος μείζονα ἑαυτοῦ κατωνόμασεν, ὁ ἐν μιᾷ προσκυνήσει μετὰ τοῦ οἰκείου προσλήμματος ὡς ὁμοθέου καὶ ὁμοδόξου[35] αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, διενισταμένῳ δὲ μὴ ὀφείλειν νοεῖσθαι τὴν τοιαύτην φωνήν, ὁπηνίκα νοεῖται ὁ Κύριος μία ὑπόστασις ἡνωμένας τὰς δύο ἔχουσα φύσεις, ἀλλ’ ὁπηνίκα κατὰ ψιλὴν ἐπίνοιαν ἡ σὰρξ παραλαμβάνεται κεχωρισμένη τῆς θεότητος καὶ οἵα τις ἑκάστου τῶν ἀνθρώπων εἶναι γνωρίζεται, καὶ ταῦτα, τοῦ θεολογικωτάτου Δαμασκηνοῦ τότε τὴν κατὰ ψιλὴν ἐπίνοιαν διαίρεσιν ἐκδιδάσκοντος, ὅτε λέγεταί τι περὶ τῆς τοῦ Χριστοῦ σαρκὸς μὴ παραστατικὸν φυσικῆς τινὸς ἰδιότητος ἀλλὰ δηλωτικὸν δουλείας ἢ [36]*6 ἀγνοίας, καὶ μὴ ἀκολουθεῖν θελήσαντι ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις τῇ τετάρτῃ τε καὶ τῇ ἕκτῃ, αἳ περὶ τῶν ἐν Χριστῷ ἡνωμένων ἀσυγχύτως δύο φύσεων ὀρθῶς καὶ εὐσεβῶς ἐδογμάτισαν καὶ ὀρθοδοξεῖν ἐδίδαξαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, καὶ οὕτως εἰς διαφόρους αἱρέσεις ἐξολισθήσαντι, ἀνάθεμα (γ΄).

γ΄

§63 Πᾶσι τοῖς ὁμοφρονοῦσι τῷ αὐτῷ Κωνσταντίνῳ τῷ τοῦ[37] Βουλγαρίας καὶ τῇ αὐτοῦ καθαιρέσει παθαινομένοις[38] τε καὶ ἐπιστυγνάζουσιν οὐ διὰ τὸ φίλοικτον ἀλλὰ διὰ τὸ τῇ τούτου δυσσεβείᾳ συνταχθῆναι[39], ἀνάθεμα (γ΄).

δ΄

§64 Τῷ ἀμαθεστάτῳ ψευδομονάχῳ[40] καὶ[41] ματαιομάχῳ Ἰωάννῃ τῷ Εἰρηνικῷ καὶ τοῖς παρὰ τούτου συγγραφεῖσι κατὰ τῆς εὐσεβείας συγγράμμασι, τοῖς κατασπαζομένοις τε ταῦτα, ὡς δοξάζουσί τε καὶ λέγουσι μὴ διὰ τὸ ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σωτῆρί τε καὶ Θεῷ ἐνυπόστατόν τε καὶ[42] ἡνωμένον τῇ αὐτοῦ θεότητι ἀδιασπάστως [43] καὶ ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀνθρώπινον αὐτοῦ εἰρηκέναι αὐτὸν ὡς ἄνθρωπον τέλειον τὴν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις αὐτοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστίν», ἀλλ’ οὕτω κατὰ τὸ ἀνθρώπινον ῥηθῆναι ταύτην αὐτῷ, ὡς ὅταν τοῦτο γεγυμνωμένον καὶ κατὰ ψιλὴν ἐπίνοιαν διῃρημένον πάντῃ τῆς αὐτοῦ θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη ταύτῃ, λαμβάνηται, καὶ ὡς τὸ κοινὸν καὶ ἡμέτερον, ἀνάθεμα (γ΄).

— · —

§65 Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα (γ΄).

§66 Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων, εἰς τάς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα (γ΄).

§67 Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τάς σεπτὰς εἰκόνας, ἀνάθεμα (γ΄).

§68 Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον, ἀνάθεμα (γ΄).

§69 Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα (γ΄).

§70 Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυβρίζουσι πίστιν, ἀνάθεμα (γ΄).

§71 Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ ἤτω, ἀνάθεμα (γ΄).

§72 Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόσι[44]περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον ἤτω, ἀνάθεμα (γ΄).

§73 ῞Ολοις τοῖς αἱρετικοῖς, ἀνάθεμα (γ΄).

Τὰ κατὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου θ΄ κεφάλαια

α΄

§74 Βαρλαὰμ καὶ Ἀκινδύνῳ καὶ τοῖς ὀπαδοῖς καὶ διαδόχοις αὐτῶν, ἀνάθεμα (γ΄).

β΄

§75 Τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι τὸ λάμψαν ἀπὸ τοῦ Κυρίου ἐπὶ τῆς θείας αὐτοῦ μεταμορφώσεως φῶς ποτὲ μὲν εἶναι ἴνδαλμα καὶ κτίσμα καὶ φάσμα ἐπὶ βραχὺ φανὲν καὶ διαλυθὲν παραχρῆμα, ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ, ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ ἀδύνατα παντελῶς ἑαυτοὺς ἐπιρρίπτουσι, καὶ τοῦτο μὲν τὴν Ἀρείου μαινομένοις μανίαν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ συμφερομένοις[45] τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο φῶς μήτε οὐσίαν Θεοῦ, ἀλλ’ ἄκτιστον καὶ φυσικὴν χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊοῦσαν, ἀνάθεμα (γ΄).

γ΄

§76 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν τὸν Θεόν, ἀλλὰ μόνην οὐσίαν εἶναι, ταὐτόν τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις τήν τε θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν καὶ μηδεμίαν νοεῖσθαι τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτὴν ποτὲ μὲν οὐσίαν ποτὲ δὲ ἐνέργειαν λέγεσθαι, ὡς καὶ αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν παντάπασιν ἀναιροῦσι καὶ εἰς τὸ μὴ ὂν ἄγουσιν· ἐνεργείας γὰρ μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν ἐπὶ λέξεως οἱ τῆς ἐκκλησίας διδάσκαλοι· ἤδη δὲ καὶ τὰ Σαβελλίου νοσοῦσι[46] καὶ τὴν παλαιὰν ἐκείνου συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν ἐπὶ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων νῦν ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας ἀνακαινίζειν τολμῶσι, καὶ ὁμοίως δυσσεβῶς αὐτὰς συναλείφουσι· μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα οὐσίαν τε ἐπὶ Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν τούτου ἐνέργειαν, ὡς ἄλλοι τε πλεῖστοι τῶν ἁγίων, καὶ μάλιστα οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τρανῶς διεσάφησαν, περὶ τῶν δύο ἐνεργειῶν τοῦ Χριστοῦ τῆς τε θείας καὶ ἀνθρωπίνης καὶ τῶν δύο θελημάτων, αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὴν[47]** νοεῖν βουλομένοις ὥς περ ἕνωσιν θείας οὐσίας καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως εἶναι καὶ διαφορὰν ἀδιάστατον κατά τε ἄλλα καὶ μάλιστα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ ἀμέθεκτον καὶ μεθεκτόν, τὸ μὲν τῆς οὐσίας, τὸ δὲ τῆς ἐνεργείας. τούτοις οὖν τοῖς τὰ τοιαῦτα δυσσεβοῦσιν, ἀνάθεμα (γ΄).

δ΄

§77 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος ὡς κτιστὴν ἐκ τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις δοξάζειν· κτιστὴ γὰρ κατὰ τοὺς ἁγίους ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ ἄκτιστον χαρακτηρίσει οὐσίαν· κἀντεῦθεν ἤδη κινδυνεύσουσιν εἰς ἀθεΐαν παντελῆ περιπίπτειν καὶ τὴν ἑλληνικὴν μυθολογίαν καὶ τὴν τῶν κτισμάτων λατρείαν τῇ καθαρᾷ καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστριβομένοις, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄκτιστον εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα (γ΄).

ε΄

§78 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι σύνθεσιν τινὰ ὅλως διὰ ταῦτα γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ τῶν ἁγίων διδασκαλίᾳ μηδεμίαν σύνθεσιν ἀπὸ τῶν φυσικῶν ἐν τῇ φύσει γίνεσθαι διδασκόντων, κἀντεῦθεν οὐ μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς ἁγίους ἅπαντας συκοφαντοῦσι, διαρρήδην ἐν πολλοῖς πολλάκις ἀναδιδάσκοντας τό τε ἁπλοῦν ἐπὶ Θεοῦ καὶ ἀσύνθετον καὶ τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφοράν, ὡς κατ’ οὐδὲν πάντως τὴν διαφορὰν ταύτην λυμαινομένην τῇ θείᾳ ἁπλότητι· οὐ γὰρ ἂν οὕτω προδήλως ἑαυτοῖς ἐναντία θεολογεῖν ἐπεχείρουν· τοῖς οὖν τοιαῦτα κενολογοῦσι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μετὰ τῆς θεοπρεποῦς ταύτης διαφορᾶς καὶ τὴν θείαν ἁπλότητα πάνυ καλῶς διασῴζεσθαι, ἀνάθεμα (γ΄).

§79 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσιν ἐπὶ τῆς θείας οὐσίας μόνης τὸ τῆς θεότητος ὄνομα λέγεσθαι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, καὶ ἐπὶ τῆς θείας ἐνεργείας οὐχ ἧττον αὐτὸ τίθεσθαι, καὶ οὕτω πάλιν μίαν θεότητα πᾶσι τρόποις πρεσβεύουσι, Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἴτε τὴν οὐσίαν αὐτῶν εἴτε τὴν ἐνέργειαν, θεότητα εἴποι τις, ὡς οἱ θεῖοι μυσταγωγοὶ καὶ τοῦτο ἡμᾶς ἐκδιδάσκουσιν, ἀνάθεμα (γ΄).

ζ΄

§80 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μεθεκτὴν τὴν θείαν οὐσίαν εἶναι ὡς τὴν τῶν Μασσαλιανῶν δυσσέβειαν εἰς τὴν καθ’ ἡμᾶς ἐκκλησίαν ἤδη παρεισάγειν ἀναισχυντοῦσι πάλαι τὴν τοιαύτην δόξαν νενοσηκότων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄληπτον μὲν εἶναι παντελῶς αὐτὴν καὶ ἀμέθεκτον, μεθεκτὴν δὲ τὴν θείαν χάριν τε καὶ ἐνέργειαν, ἀνάθεμα (γ΄).

η΄

§81 Πᾶσι τοῖς δυσσεβέσιν αὐτῶν λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄)

θ΄

§82 Ἰσαὰκ τῷ ἐπονομαζομένῳ Ἀργυρῷ τῷ διὰ βίου παντὸς τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου νοσήσαντι, κἂν τῷ τέλει τῆς ἰδίας ζωῆς ὡς καὶ πρότερον πολλάκις παρὰ τῆς ἐκκλησίας Χριστοῦ τὴν ἐπιστροφὴν ἀπαιτηθέντι καὶ τὴν μετάνοιαν, ἐπιμείναντι δὲ τῇ δυσσεβείᾳ καὶ κακῶς τὴν ψυχὴν ἐν τῇ τῆς αἱρέσεως αὐτοῦ ὁμολογίᾳ ἀπορρήξαντι, ἀνάθεμα (γ΄).

— · —

§83 Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα (γ΄).

§84 Πέτρῳ τῷ κναφεῖ καὶ παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι' ἡμᾶς», ἀνάθεμα (γ΄).

§85 Νεστορίῳ τῷ θεηλάτῳ τῷ παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐαλεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα (γ΄).

§86 Παύλῳ τῷ Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμόφρονι, σὺν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα (γ΄).

§87 Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονομαζομένῳ, Εὐτυχίῳ τε καὶ Σαββελίῳ τοῖς κακόφροσιν, ἀνάθεμα (γ΄).

§88 Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ[48]*, Διοσκόρῳ πατριάρχῃ Ἀλεξανδρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ, Παύλῳ, καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα (γ΄).

§89 Ὅλοις τοῖς Εὐτυχιανισταῖς καὶ Μονοθελήταις καὶ Ἰακωβίταις καὶ Ἀρτζιβουρίταις καὶ ἁπλῶς πᾶσιν αἱρετικοῖς, ἀνάθεμα (γ΄).

Ἐνταῦθα γίνεται τῶν τεθνεώτων ὀρθοδόξων βασιλέων ἡ φήμη

§90 Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς μακαριωτάτης βασιλίδος, αἰωνία ἡ μνήμη (γ΄).

§91 ᾿Ανδρονίκου τοῦ ἀοιδίμου καὶ μακαρίου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου τοῦ τὴν προτέραν κατὰ Βαρλαὰμ συγκροτήσαντος σύνοδον γενναίως τε τῆς ἐκκλησίας Χριστοῦ καὶ τῆς ἱερᾶς ἐκείνης συνόδου προστάντος, καὶ πράγμασι καὶ λόγοις καὶ ταῖς διὰ στόματος ἰδίου θαυμασταῖς δημηγορίαις, τὰ μὲν εὐαγγελικὰ καὶ ἀποστολικὰ κρατύναντος δόγματα, τὸν δὲ προρρηθέντα Βαρλαάμ, αὐταῖς αἱρέσεσι καὶ συγγράμμασι καὶ ταῖς κατὰ τῆς ὀρθῆς ἡμῶν πίστεως κενοφωνίαις καθελόντος τε καὶ ἀποκηρύξαντος ὡς ἐν τοῖς ἱεροῖς τούτοις ἀγῶσι, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀριστεύμασι μακαρίως μεταλλάξαντος τὸν τῇδε βίον, καὶ πρὸς τὴν ἀμείνω καὶ μακαρίαν ἐκείνην διαβάντος λῆξιν, αἰωνία ἡ μνήμη (γ΄).

§92 Γρηγορίου τοῦ ἁγιωτάτου μητροπολίτου Θεσσαλονίκης, τοῦ συνοδικῶς ἐπ’ ἐκκλησίας μεγάλης Βαρλαάμ τε καὶ Ἀκίνδυνον τοὺς ἀρχηγοὺς καὶ ἐφευρετὰς τῶν καινῶν αἱρέσεων καθελόντος σὺν τῇ αὐτῶν πονηρᾷ συμμορίᾳ, τοὺς τὴν φυσικὴν καὶ ἀχώριστον ἐνέργειαν καὶ δύναμιν τοῦ Θεοῦ καὶ ἁπλῶς πάντα ὁμοῦ τὰ φυσικὰ τῆς ἁγίας Τριάδος ἰδιώματα, κτίσματα τετολμηκότας εἰπεῖν· ἀλλὰ δὴ καὶ τὸ τῆς θεότητος ἀπρόσιτον φῶς τὸ λάμψαν ἐπὶ τοῦ ὄρους ἀπὸ Χριστοῦ, θεότητά τε κτιστήν, καὶ τὰς πλατωνικὰς ἰδέας καὶ τοὺς ἑλληνικοὺς μύθους ἐκείνους ἐπεισαγαγεῖν ἐπιχειρήσαντας αὖθις κακῶς τῇ ἐκκλησίᾳ τοῦ[49] Χριστοῦ, τῆς δὲ κοινῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῶν ἀληθινῶν καὶ ἀπταίστων περὶ θεότητος δογμάτων σοφῶς καὶ γενναίως ἄγαν προπολεμήσαντος καὶ συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι, καὶ μίαν θεότητα καὶ Θεὸν ἕνα τρισυπόστατον, ἐνεργῆ, θελητικόν, παντοδύναμον, ἄκτιστον διὰ πάντων κατὰ τὰς θείας Γραφὰς καὶ δὴ καὶ τοὺς θεολόγους καὶ ἐξηγητὰς τούτων ἀνακηρύξαντος, Ἀθανάσιον φημὶ καὶ Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην τὸν χρυσορρήμονα Κύριλλόν τε πρὸς τούτοις καὶ Μάξιμον τὸν σοφὸν καὶ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, οὐ μὴν ἀλλὰ καὶ τοὺς λοιποὺς πατέρας καὶ διδασκάλους τῆς Χριστοῦ ἐκκλησίας, καὶ κοινωνοῦ καὶ συνῳδοῦ[50] καὶ συμφώνου καὶ σπουδαστοῦ καὶ συναγωνιστοῦ πάντων τούτων ἀναφανέντος καὶ λόγοις καὶ πράγμασιν, αἰωνία ἡ μνήμη (γ΄).

§93 Πάντων τῶν ὑπὲρ τῆς ὀρθοδοξίας συναγωνισαμένων[51] τῷ ἀοιδίμῳ καὶ μακαρίῳ[52] τούτῳ βασιλεῖ καὶ δὴ καὶ [τοῖς[53]] μετ’ ἐκεῖνον καὶ λόγοις καὶ διαλέξεσι συγγράμμασί τε καὶ διδασκαλίαις καὶ παντὶ [54] λόγῳ καὶ πράγματι[55] γενναίως τῆς ἐκκλησίας προστάντων Χριστοῦ, καὶ τὰς μὲν πονηρὰς καὶ πολυειδεῖς αἱρέσεις Βαρλαάμ τε καὶ Ἀκινδύνου καὶ τῶν ὁμοφρόνων ἐκείνοις ἐπ’ ἐκκλησίας ἐξελεγξάντων τε καὶ ἀποκηρυξάντων ὁμοῦ, τὰ δὲ ἀποστολικά τε καὶ πατρικὰ τῆς εὐσεβείας δόγματα λαμπρῶς ἀνακηρυξάντων, καὶ διὰ ταῦτα[56] [57] κακῶς ἀκουόντων παρὰ τῶν κακοδόξων καὶ συκοφαντουμένων καὶ συνυβριζομένων τοῖς ἱεροῖς θεολόγοις καὶ θεοφόροις ἡμῶν πατράσι καὶ διδασκάλοις, αἰωνία ἡ μνήμη (γ΄).

§94 Τῶν ὁμολογούντων ἕνα Θεὸν τρισυπόστατον, παντοδύναμον, οὐ μόνον ἄκτιστον κατὰ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, καὶ λεγόντων «προϊέναι μὲν τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας, προϊέναι δὲ ἀδιαιρέτως», διὰ μὲν τοῦ «προϊέναι» τὴν ἀπόρρητον διάκρισιν παριστώντων, διὰ δὲ τοῦ «ἀδιαιρέτως» ὑπερφυᾶ δεικνύντων τὴν ἕνωσιν, ὡς ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἀπεφήνατο, αἰωνία ἡ μνήμη (γ΄).

§95 Τῶν ὁμολογούντων τὸν Θεόν, ὥς περ κατ’ οὐσίαν ἄκτιστον καὶ ἄναρχον, οὕτω δὴ καὶ κατ’ ἐνέργειαν, τοῦ ἀνάρχου δηλαδὴ [58] κατὰ χρόνον λαμβανομένου, καὶ[59] κατὰ μὲν τὴν θείαν οὐσίαν ἀμέθεκτον καὶ ἀπερινόητον πάντῃ τὸν Θεὸν λεγόντων, μεθεκτὸν δὲ αὐτὸν εἶναι τοῖς ἀξίοις κατὰ τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν, ὡς οἱ τῆς ἐκκλησίας θεολόγοι φασίν, αἰωνία ἡ μνήμη (γ΄).

§96 Τῶν ὁμολογούντων τὸ ἐκλάμψαν ἀπορρήτως φῶς ἐπὶ τοῦ ὄρους τῆς τοῦ Κυρίου μεταμορφώσεως φῶς ἀπρόσιτον εἶναι καὶ φῶς ἄπλετον καὶ φύσιν ἀπερινόητον θείας αἴγλης καὶ δόξαν ἀπόρρητον καὶ θεότητος δόξαν ὑπερτελῆ καὶ προτέλειον καὶ ἄχρονον τοῦ Υἱοῦ δόξαν καὶ βασιλείαν Θεοῦ καὶ κάλλος ἀληθινὸν καὶ ἐράσμιον περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν καὶ φυσικὴν δόξαν Θεοῦ καὶ θεότητα Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν[60], ὡς οἱ θεῖοι καὶ θεοφόροι πατέρες ἡμῶν εἰρήκασιν, Ἀθανάσιος καὶ[61] Βασίλειος οἱ μεγάλοι, Γρηγόριος ὁ θεολόγος καὶ[62]Ἰωάννης ὁ χρυσόστομος ἔτι τε καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάννης, καὶ διὰ ταῦτα καὶ ἄκτιστον δοξαζόντων τὸ θειότατον τοῦτο φῶς, αἰωνία ἡ μνήμη (γ΄).

§97 Τῶν δοξαζόντων τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως ἄκτιστον μὲν διὰ τὰ προειρημένα, μὴ μέντοιγε αὐτὸ εἶναι λεγόντων τὴν ὑπερούσιον τοῦ Θεοῦ οὐσίαν ὡς ἐκείνης ἀοράτου παντάπασι καὶ ἀμεθέκτου μενούσης· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», δηλαδὴ καθὼς ἔχει φύσεως, οἱ θεολόγοι φασί· δόξαν δὲ μᾶλλον αὐτὸ λεγόντων φυσικὴν τῆς ὑπερουσίου οὐσίας ἐξ ἐκείνης προϊοῦσαν ἀδιαιρέτως καὶ ἐπιφαινομένην διὰ φιλανθρωπίαν Θεοῦ τοῖς κεκαθαρμένοις τὸν νοῦν, μεθ’ ἧς δόξης ὁ Κύριος ἡμῶν καὶ Θεὸς ἥξει κατὰ τὴν δευτέραν καὶ φρικτὴν αὐτοῦ παρουσίαν «κρῖναι ζῶντας καὶ νεκρούς», ὡς οἱ θεολόγοι τῆς ἐκκλησίας φασίν, αἰωνία ἡ μνήμη (γ΄).

§98 Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη (γ΄).

§99 Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ ῾Ρωμανοῦ, Κωνσταντίνου, ῾Ρωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, Βασιλείου καὶ Κωνσταντίνου, Ἀνδρονίκου καὶ ῾Ρωμανοῦ, Μιχαήλ, Νικηφόρου, Ἰσαακίου, Ἀλεξίου καὶ Ἰωάννου, Μανουὴλ τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου μοναχοῦ, Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη (γ΄).

§100 ᾿Ιωάννου τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν τοῦ Δούκα, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος πάλιν Θεοδώρου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§101 Μιχαὴλ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν Παλαιολόγου τοῦ νέου, αἰωνία ἡ μνήμη (γ΄).

§102 Ἀνδρονίκου τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἀντωνίου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§103 Ἀνδρονίκου τοῦ ἐν εὐσεβεῖ τῇ λήξει γενομένου ἀοιδίμου εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου, αἰωνία ἡ μνήμη (γ΄).

§104 Ἰωάννου τοῦ ἐν εὐσεβεῖ τῇ λήξει[63] γενομένου ἀοιδίμου, εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν τοῦ Κατακουζηνοῦ, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἰωάσαφ, αἰωνία ἡ μνήμη (γ΄).

[Ἔξω]

§105 Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, Αἰκατερίνης, Εὐδοκίας, Μαρίας, Εἰρήνης, καὶ Μαρίας τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης μοναχῆς, Εὐφροσύνης, Ἄννης καὶ Ἑλένης, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη (γ΄).

[Ἔξω]

§106 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης [64] ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

[Ἔξω]

§107 Θεοδώρας τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

§108 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, αἰωνία ἡ μνήμη (γ΄).

§109 Μαρίας τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

§110 Ἄννης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ἀναστασίας μοναχῆς, τῆς ἔργοις καὶ λόγοις ὅλῃ τῇ ψυχῇ διὰ βίου ἀγωνισαμένης ὑπέρ τε [τῆς] συστάσεως τῶν ἀποστολικῶν καὶ πατρικῶν τῆς ἐκκλησίας δογμάτων καὶ τῆς καθαιρέσεως τῆς πονηρᾶς καὶ ἀθέου τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως καὶ τῶν ὁμοφρόνων ἐκείνοις, αἰωνία ἡ μνήμη (γ΄).

§111 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

§112 Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§113 Ἰγνατίου, Φωτίου, Στεφάνου [καὶ] Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος [καὶ] Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισινίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Ἰωάννου, Κωνσταντίνου, Κοσμᾶ, Εὐστρατίου, Νικολάου, Λέοντος, Μιχαήλ, Θεοδότου, Λουκᾶ, Μιχαήλ, Χαρίτωνος, Θεοδότου, Βασιλείου, Νικήτα, Λεοντίου, Δοσιθέου, Μελετίου, Πέτρου, Γεωργίου, Μιχαήλ, Θεοδώρου, Ἰωάννου, Μαξίμου, Μανουήλ, Μεθοδίου τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἀκακίου μοναχοῦ, Μανουὴλ τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου μοναχοῦ, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§114 Γερμανοῦ τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἀοιδίμου πατριάρχου, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Γεωργίου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§115 Ἀρσενίου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§116 Ἰωσὴφ τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§117 Ἀθανασίου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§118 Γερασίμου τοῦ ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§119 Ἡσαΐου τοῦ ἁγιωτάτου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§120 Ἰσιδώρου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§121 Καλλίστου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§122 Φιλοθέου τοῦ ἐν μακαρία τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, τοῦ στερρῶς ὑπὲρ τῆς ἐκκλησίας [τοῦ] Χριστοῦ καὶ τῶν ὀρθῶν αὐτῆς δογμάτων καὶ λόγοις καὶ πράγμασι καὶ διαλέξεσι καὶ διδασκαλίαις καὶ συγγράμμασιν ἀγωνισαμένου, αἰωνία ἡ μνήμη (γ΄).

§123 Χριστοφόρου, Θεοδώρου, Ἀγαπίου καἰ Ἰωάννου, Νικολάου, Ἠλιοὺ καἰ Θεοδώρου, Βασιλείου, Πέτρου, Θεοδοσίου, Νικηφόρου καἰ Ἰωάννου, τῶν ἀοιδίμων πατριαρχῶν Ἀντιοχείας, αἰωνία ἡ μνήμη (γ΄).

§124 Δαμιανοῦ, Βασιλείου, Κωνσταντίνου, Νικηφόρου, Λέοντος καὶ Σισινίου[65], Βασιλείου καὶ Ἰωσήφ, Μιχαὴλ καὶ Χριστόφορου, Νικηφόρου, Γεωργίου, Παντολέοντος καὶ Ἀλεξάνδρου, Κοσμᾶ καὶ Κωνσταντίνου, Θεοφάνους, Πέτρου, Ἰωάννου, Νικήτα, Γεωργίου, Νικολάου καὶ Ἰωάννου, τῶν ὀρθοδόξων μητροπολιτῶν, αἰωνία ἡ μνήμη (γ΄).

§125 Μιχαήλ, Μητροφάνους, Μελετίου, Ἰγνατίου καὶ Μαξίμου, τῶν ἀοιδίμων μητροπολιτῶν Παλαιῶν Πατρῶν, αἰωνία ἡ μνήμη (γ΄).

§126 Ἐνταῦθα γίνεται ἡ μνήμη[66] τῶν βασιλέων, πατριαρχῶν καἰ ὅλων τῶν ζώντων.

§127 Ἡ ἁγία Τριὰς αὐτοὺς ἐδόξασεν.

(Κατακλείς)

[Ἔξω]

§128 Τούτων τοῖς ὑπὲρ τῆς εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων ἁγίων. ἀμήν.

[1] ῞Ετέρα γραφή· «ἐν ᾧ τὸν εὐχαριστήριον ἐπ’ ἀγαθοῖς θερισμὸν»

[2] [Ψα 88, 47-48]

[3] ῾Ετέρα γραφή· «ἕκαστον»

[4] ῾Ετέρα γραφή· «προδιέγραφέ τε»

[5] ᾿Ενιαχοῦ προστίθεται «διὰ τῶν»

[6] ῾Ετέρα γραφή· «συμπεφώνηκεν»

[7] ῾Ετέρα γραφή· «τῶν Στουδίου»

[8] ῾Ετέρα γραφή· «ἑαυτοῖς»

[9] ᾿Ενιαχοῦ προστίθεται· «αὐτὴν ἐκείνην»

[10] ῾Ετέρα γραφή· «ἐναστραφῆναι»

[11] ῾Ετέρα γραφή· «καθυποβαλλομένους»

[12] ῾Ετέρα γραφή· «πρῶτον»

[13] ῾Ετέρα γραφὴ ἐσφαλμένως· «ἰδιαίτερα»

[14] ᾿Ενιαχοῦ παραλείπεται τὸ «καὶ»

[15] ῾Ετέρα γραφή· «Λαλουδίῳ»

[16] Ἑτέρα γραφή· «μυσαρὰν»

[17] ᾿Ενιαχοῦ προστίθεται ἐνταῦθα τὸ «καὶ»

[18] ῞Ετεραι γραφαί· «ἐγένετο καὶ παρήχθησαν» — «ἐγένοντο καὶ παρήχθησαν»

[19] Εἴς τινας ἐκδόσεις ἐξέπεσαν αἱ λέξεις «σαφῶς καὶ»

[20] Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «λοιπαῖς»

[21] ᾿Εν ἄλλοις ἐσφαλμένως· «ἀχωρίστως καὶ ἀδιασπάστως»

[22] «αὐτῷ τιμᾶται»· ἐν ἄλλοις ἐσφαλμένως «αὐτοτιμᾶται»

[23] ᾿Εν ἄλλοις ἀντὶ τοῦ «πάπα» ἐσφαλμένως κεῖται· «τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου»

[24] Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ταύτην»

[25] ᾿Ενιαχοῦ προστίθεται «ἀεὶ»

[26] ᾿Ενιαχοῦ προστίθεται «διαρκοῦς τε καὶ ἀιδίου»

[27] ᾿Ενιαχοῦ προστίθεται ἡ φράσις «τελείου ἐκ τελείου, κατὰ τὸν τρόπον τῆς θείας ὑπάρξεως, ἔννου ἐμψύχου»

[28] ῾Ετέρα γραφή· «ἡ δουλεία καὶ ἡ ἄγνοια»

[29] ῾Ετέρα γραφή· «ἀνεχομένων»

[30] Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ὡς»

[31] Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «τοῦ»

[32] ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

[33] ῾Ετέρα γραφή· «εὐσεβοῦς»

[34] ῾Ετέρα γραφή· «ἀσυγχύτως»

[35] ῾Ετέρα γραφή· «ὁμοτίμου»

[36] ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

[37] Ἐνιαχοῦ τὸ «τοῦ» παραλείπεται.

[38] ῾Ετέρα γραφή· «καθαιρο<υ>μένοις»

[39] ῾Ετέρα γραφή· «συναπαχθῆναι»

[40] ῾Ετέρα γραφὴ «ψευδομάχῳ»

[41] ῾Ετέρα γραφὴ «τε»

[42] Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «καὶ»

[43] ᾿Ενιαχοῦ προστίθεται· «τε»

[44] ῾Ετέρα γραφή· «εἰκόνι»

[45] ῾Ετέρα γραφή· «συμφυρομένοις»

[46] ῾Ετέρα γραφή· «νοοῦσι»

[47] ῾Ετέρα γραφή· «μὲν»

[48] ῾Ετέρα γραφή· «Στανστάλῳ»

[49] ᾿Εν ἄλλοις παραλείπεται τὸ «τοῦ»

[50] ῾Ετέρα γραφή· «συνοδοῦ»

[51] ῾Ετέρα γραφή· «συνηγωνισμένων»

[52] ῾Ετέρα γραφή· «μακαρίτῃ»

[53] ᾿Εσφαλμένη γραφή· «τῆς» — ἴσως ὀρθότερον «τῶν»

[54] ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

[55] ῾Ετέρα γραφή· «πράγμασι»

[56] ῾Ετέρα γραφή· «τοῦτο»

[57] ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

[58] ᾿Ενιαχοῦ προστίθεται· «οὐ»

[59] ᾿Εν ἄλλοις παραλείπεται τὸ «καὶ»

[60] ᾿Εν ἄλλοις εὕρηται· «δόξαν Θεοῦ, Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν, καὶ θεότητα»

[61] ᾿Ενιαχοῦ παραλείπεται τὸ «καὶ»

[62] ᾿Ενιαχοῦ παραλείπεται τὸ «καὶ»

[63] ῾Ετέρα γραφή· «μνήμῃ»

[64] ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

[65] ῾Ετέρα γραφή· «Σισίνου»

[66] ῾Ετέρα γραφή· «φήμη»

Συμπλήρωμα παρατηρήσεων.

– Στὴν ἀρχὴ τῆς §2 σὲ ὅλες τὶς ὑπόψιν ἐκδόσεις σημειοῦται «καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι»· τὸ «στοιχειούμενοι» διώρθωσα σὲ «στοιχούμενοι».

(δημοσίευσις 22/3/2009)

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

῾Ομολογία Πίστεως Γρηγορίου Θεσσαλονίκης τοῦ Παλαμᾶ (1351)

Εἷς Θεὸς πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι παρ᾿ ἡμῶν προσκυνούμενός τε καὶ πιστευόμενος· μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι ἀσυγχύτως ἑνουμένη καὶ ἀμερίστως διαιρουμένη, μονὰς ἡ αὐτὴ καὶ τριὰς παντοδύναμος.

Πατὴρ ἄναρχος, οὐ μόνον ὡς ἄχρονος, ἀλλὰ καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος· μόνος αἰτία καὶ ῥίζα καὶ πηγὴ τῆς ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρουμένης θεότητος, μόνος αἰτία προκαταρκτικὴ τῶν γεγονότων, οὐ μόνος δημιουργός, ἀλλὰ μόνος ἑνὸς υἱοῦ πατὴρ καὶ πνεύματος ἑνὸς ἁγίου προβολεύς· ἀεὶ ὤν, καὶ ἀεὶ ὢν πατήρ, καὶ ἀεὶ ὢν μόνος πατήρ τε καὶ προβολεύς· μείζων υἱοῦ καὶ πνεύματος, τοῦτο μόνον ὡς αἴτιος, τἆλλα δὲ πάντα ὁ αὐτὸς αὐτοῖς καὶ ὁμότιμος.

Οὗ υἱὸς εἷς, ἄναρχος μὲν ὡς ἄχρονος, οὐκ ἄναρχος δὲ ὡς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν ἔχων τὸν πατέρα, ἐξ οὗ μόνου πρὸ πάντων τῶν αἰώνων ἀσωμάτως, ἀρρεύστως, ἀπαθῶς, γεννητῶς προῆλθεν, ἀλλ᾿ οὐ διῃρέθη, θεὸς ὢν ἐκ θεοῦ· οὐκ ἄλλος μὲν καθ᾿ ὃ θεός, ἄλλος δὲ καθ᾿ ὃ υἱός· ἀεὶ ὤν, καὶ ἀεὶ ὢν υἱὸς καὶ μόνον υἱός, καὶ ἀεὶ πρὸς τὸν θεὸν ἀσυγχύτως ὤν· οὐκ αἰτία καὶ ἀρχὴ τῆς ἐν τριάδι νοουμένης θεότητος, ὡς ἐξ αἰτίας καὶ ἀρχῆς ὑπάρχων τοῦ πατρός, ἀλλ᾿ αἰτία καὶ ἀρχὴ τῶν γεγονότων πάντων, ὡς δι᾿ αὐτοῦ πάντων γεγονότων.

«῝Ος ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾿» ἐπὶ συντελείᾳ τῶν αἰώνων «ἑαυτὸν ἐκένωσε, μορφὴν» τὴν καθ᾿ ἡμᾶς δι᾿ ἡμᾶς λαβών, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας, εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου πνεύματος, κυηθείς τε νόμῳ φύσεως καὶ γεννηθείς, θεὸς ὁμοῦ καὶ ἄνθρωπος, καὶ ὡς ἀληθῶς ἐνανθρωπήσας γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας· μείνας ὅ περ ἦν, θεὸς ἀληθινός, ἑνώσας ἀσυγχύτως καὶ ἀτρέπτως τὰς δύο φύσεις καὶ θελήσεις καὶ ἐνεργείας, καὶ μείνας εἷς υἱὸς ἐν μιᾷ ὑποστάσει καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐνεργῶν τὰ θεῖα πάντα ὡς θεὸς καὶ τὰ ἀνθρώπινα πάντα ὡς ἄνθρωπος καὶ τοῖς ἀδιαβλήτοις ἀνθρωπίνοις ὑποκείμενος πάθεσιν.

᾿Απαθὴς μὲν καὶ ἀθάνατος ὢν καὶ διαμένων ὡς θεός, ἑκὼν δὲ σαρκὶ παθὼν ὡς ἄνθρωπος· καὶ σταυρωθεὶς καὶ θανὼν καὶ ταφεὶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάς, ὃς καὶ τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἐπιφανείς, καὶ τὴν ἐξ ὕψους δύναμιν ἐπαγγειλάμενος, καὶ παραγγείλας μαθητεύειν πάντα τὰ ἔθνη καὶ βαπτίζειν «εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος» καὶ τηρεῖν καὶ διδάσκειν ὅσα ἐνετείλατο· αὐτὸς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ πατρός, ὁμότιμον καὶ ὁμόθρονον ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα, μεθ᾿ οὗ πάλιν φυράματος ἥξειν μέλλει μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Τότε δὲ πρὸς τὸν πατέρα ἀνελθὼν ἔπεμψεν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους τὸ πνεῦμα τὸ ἅγιον, «ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται»· συνάναρχον μὲν ὂν τῷ πατρὶ καὶ τῷ υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δὲ ὡς καὶ αὐτὸ ῥίζαν καὶ πηγὴν καὶ αἰτίαν ἔχον τὸν πατέρα, οὐχ ὡς γεννητὸν ἀλλ᾿ ὡς ἐκπορευτόν· ἐκ πατρὸς γὰρ καὶ αὐτὸ πρὸ πάντων τῶν αἰώνων ἀρρεύστως καὶ ἀπαθῶς, οὐ γεννητῶς ἀλλ᾿ ἐκπορευτῶς προῆλθεν, ἀδιαίρετον ὂν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ἐκ τοῦ πατρὸς προερχόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχον καὶ ἀμέριστον τὴν διαίρεσιν.

Θεὸς ὂν καὶ αὐτὸ ἐκ τοῦ θεοῦ, οὐκ ἄλλος μὲν καθ᾿ ὃ θεός, ἄλλος δὲ καθ᾿ ὃ παράκλητος, πνεῦμα αὐθυπόστατον, ἐκ πατρὸς ἐκπορευόμενον καὶ δι᾿ υἱοῦ πεμπόμενον, τουτέστι φανερούμενον· αἴτιον καὶ αὐτὸ τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῷ τελεσιουργημένων, τὸ αὐτὸ καὶ ὁμότιμον πατρί τε καὶ υἱῷ, χωρὶς τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως. ἐπέμφθη δὲ παρὰ τοῦ υἱοῦ πρὸς τοὺς οἰκείους μαθητάς, τουτέστι πεφανέρωται· πῶς γὰρ ἂν ἄλλως παρ᾿ αὐτοῦ πεμφθείη τὸ μὴ χωριζόμενον αὐτοῦ; πῶς δ᾿ ἂν ἄλλως ἔλθοι μοι τὸ ὑπάρχον πανταχοῦ; δι᾿ ὃ μὴ μόνον παρὰ τοῦ υἱοῦ, ἀλλὰ καὶ παρὰ τοῦ πατρὸς καὶ διὰ τοῦ υἱοῦ πέμπεται, καὶ παρ᾿ ἑαυτοῦ ἔρχεται φανερούμενον· κοινὸν γὰρ ἔργον ἡ ἀποστολή, δηλονότι ἡ φανέρωσις, τοῦ πνεύματος.

Φανεροῦται δὲ οὐ κατὰ τὴν οὐσίαν· οὐδεὶς γάρ ποτε θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν, ἀλλὰ κατὰ τὴν χάριν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ἥ τις κοινή ἐστι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος. ἴδιον μὲν γὰρ ἑκάστῳ τούτων ἡ ἑκάστου ὑπόστασις καὶ ὅσα τείνει πρὸς αὐτήν, κοινὰ δὲ οὐχ ἡ ὑπερούσιος οὐσία μόνον, ἡ παντάπασιν ἀνώνυμος καὶ ἀνέκφαντος καὶ ἀμέθεκτος, ὡς ὑπὲρ πᾶσαν ἐπωνυμίαν οὖσα καὶ ἔκφανσιν καὶ μετοχήν, ἀλλὰ καὶ ἡ χάρις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ λαμπρότης καὶ ἡ βασιλεία καὶ ἡ ἀφθαρσία καὶ πάνθ᾿ ἁπλῶς καθ᾿ ἃ κοινωνεῖ καὶ κατὰ χάριν ἑνοῦται τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ὁ θεός· μήτε διὰ τὸ μεριστὸν καὶ διάφορον τῶν ὑποστάσεων μήτε διὰ τὸ μεριστὸν καὶ ποικίλον τῶν δυνάμεών τε καὶ ἐνεργειῶν τῆς ἁπλότητος ἐκπίπτων. οὕτως ἡμῖν εἷς ἐστι παντοδύναμος θεὸς ἐν μιᾷ θεότητι· οὔτε γὰρ ἐξ ὑποστάσεων τελείων γένοιτ᾿ ἄν ποτε σύνθεσις, οὔτε τὸ δυνάμενον, ὅτι δύναμιν ἢ δυνάμεις ἔχει, δι᾿ αὐτὸ τὸ δύνασθαι σύνθετον ἀληθῶς ποτε λεχθείη ἄν.

Πρὸς τούτοις προσκυνοῦμεν σχετικῶς τὴν ἁγίαν εἰκόνα τοῦ περιγραφέντος, ὡς δι᾿ ἡμᾶς ἐνανθρωπήσαντος, υἱοῦ τοῦ θεοῦ, πρὸς τὸ πρωτότυπον ἀναφέροντες εὐσεβῶς τὴν προσκύνησιν, καὶ τὸ τίμιον τοῦ σταυροῦ ξύλον καὶ τὰ σύμβολα πάντα τῶν αὐτοῦ παθημάτων ὡς ὄντα τρόπαια θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου τοῦ γένους ἡμῶν· πρὸς δὲ καὶ τὸν τύπον τοῦ τιμίου σταυροῦ ὡς ὅπλον σωτήριον, καὶ τοὺς θείους ναοὺς καὶ τόπους καὶ τὰ ἱερὰ σκεύη καὶ θεοπαράδοτὰ λόγια, διὰ τὸν <ἐν> αὐτοῖς ἐνοικοῦντα θεόν. ὡσαύτως προσκυνοῦμεν καὶ τὰς τῶν ἁγίων πάντων εἰκόνας, διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸν θεὸν ὃν οὗτοι ἀληθῶς ἠγάπησάν τε καὶ ἐθεράπευσαν, ἐν τῇ προσκυνήσει πρὸς τὰς ἐκείνων μορφὰς ἀναφέροντες τὴν διάνοιαν. προσκυνοῦμεν καὶ αὐτὰς τὰς τῶν ἁγίων σορούς, ὡς τῆς ἁγιαστικῆς χάριτος τῶν αὐτῶν οὐκ ἀποπτάσης ἱερωτάτων ὀστῶν, ὥς περ οὐδὲ τοῦ δεσποτικοῦ σώματος ἐν τῷ τριημέρω ἡ θεότης διῃρέθη θανάτῳ.

Κακὸν κατ᾿ οὐσίαν ἴσμεν οὐδέν, οὐδ᾿ εἶναι τοῦ κακοῦ ἀρχὴν ἑτέραν ἢ τὴν ἐκτροπὴν τῶν λογικῶν, κεχρημένων τῇ παρὰ τοῦ Θεοῦ δεδομένῃ αὐτεξουσιότητι κακῶς.

Στέργομεν πάσας τὰς ἐκκλησιαστικὰς παραδόσεις ἐγγράφους τε καὶ ἀγράφους, καὶ πρὸ πάντων τὴν μυστικωτάτην τε καὶ πανίερον τελετὴν καὶ κοινωνίαν καὶ σύναξιν, παρ᾿ ἧς καὶ ταῖς ἄλλαις τελεταῖς ἡ τελείωσις, καθ᾿ ἣν εἰς ἀνάμνησιν τοῦ κενώσαντος ἑαυτὸν ἀκενώτως καὶ σάρκα λαβόντος καὶ παθόντος ὑπὲρ ἡμῶν, κατὰ τὴν θεσπεσίαν ἐκείνου παραγγελίαν καὶ αὐτουργίαν, τὰ θειότατα ἱερουργεῖται καὶ θεουργεῖται, ὁ ἄρτος καὶ τὸ ποτήριον, καὶ αὐτὸ τὸ ζωαρχικὸν ἐκεῖνο τελεῖται σῶμα καὶ αἷμα, καὶ τὴν ἀπόρρητον αὐτῶν μετουσίαν καὶ κοινωνίαν τοῖς εὐαγῶς προσιοῦσι χαρίζεται.

Πάντας δὲ τοὺς μὴ ὁμολογοῦντας καὶ πιστεύοντας ὡς τὸ πνεῦμα τὸ ἅγιον προεμήνυσε διὰ τῶν προφητῶν, ὡς ὁ Κύριος ἐθέσπισε διὰ σαρκὸς ἡμῖν ἐπιφανείς, ὡς οἱ ἀπόστολοι ἐκήρυξαν πεμφθέντες ὑπ᾿ αὐτοῦ, ὡς οἱ πατέρες ἡμῶν καὶ διάδοχοι ἐκείνων ἐδίδαξαν ἡμᾶς, ἀλλ᾿ αἱρέσεως οἰκείας ἢ ἄρξαντας ἢ τοῖς κακῶν ἄρξασιν εἰς τέλος ἐπηκολουθηκότας, ἀποβαλλόμεθα καὶ ἀναθέματι καθυποβάλλομεν.

Δεχόμεθα δὲ καὶ ἀσπαζόμεθα τὰς ἁγίας καὶ οἰκουμενικὰς συνόδους. τὴν ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων κατὰ τοῦ θεομάχου Ἀρείου, κατασπῶντος ἀσεβῶς εἰς κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ κατατέμνοντος εἰς κτιστὰ καὶ ἄκτιστα τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι προσκυνουμένην <μίαν> θεότητα. τὴν μετ᾿ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα πατέρων κατὰ Μακεδονίου Κωνσταντινουπόλεως, ἀσεβῶς εἰς κτίσμα κατασπῶντος τὸ πνεῦμα τὸ ἅγιον καὶ κατατέμνοντος μηδὲν ἧττον καὶ τούτου εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα. τὴν μετὰ ταύτην ἐν Ἐφέσω τῶν διακοσίων πατέρων κατὰ Νεστορίου πατριάρχου Κωνσταντινουπόλεως, τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ἀθετοῦντος ἐπὶ Χριστοῦ τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπότητος, καὶ τὴν ὡς ἀληθῶς τεκοῦσαν τὸν θεὸν παρθένον, θεοτόκον καλεῖν μηδαμῶς βουλομένου. καὶ τὴν τετάρτην τὴν ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα πατέρων κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, μίαν φύσιν ἐπὶ Χριστοῦ δογματιζόντων κακῶς. καὶ τὴν μετ᾿ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν ἑξήκοντα πέντε πατέρων κατὰ Θεοδώρου καὶ Διοδώρου τὰ αὐτὰ τῷ Νεστορίῳ φρονούντων καὶ διὰ συγγραμμάτων τὰ ἐκείνου συνιστώντων, Ὠριγένους τε καὶ Διδύμου καὶ Εὐαγρίου τινός, τῶν παλαιῶν μὲν ὄντων, μυθώδη δέ τινα ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ παρεισάγειν ἐπιχειρούντων. καὶ τὴν μετὰ ταύτην ἐν τῇ αὐτῇ πόλει τῶν ἑκατὸν ἑβδομήκοντα πατέρων κατὰ Σεργίου, Πύρρου, Παύλου, Κωνσταντινουπόλεως ἀρξάντων, ἀθετούντων ἐπὶ Χριστοῦ τὰς καταλλήλους ταῖς δύο φύσεσι δύο ἐνεργείας καὶ δύο θελήματα. καὶ τὴν ἐν Νικαίᾳ πάλιν τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ τριακοσίων πατέρων κατὰ τῶν εἰκονομάχων.

Ἀσπαζόμεθα καὶ πάσας τὰς κατὰ Θεοῦ χάριν κατὰ καιρὸν ἢ τόπον πρὸς βεβαίωσιν εὐσεβείας καὶ εὐαγγελικῆς πολιτείας συναθροισθείσας ἁγίας συνόδους, ὧν εἰσι καὶ αἱ συγκροτηθεῖσαι κατὰ τὴν μεγαλόπολιν ταύτην ἐν τῷ περιβοήτῳ ναῷ τῆς ἁγίας τοῦ θεοῦ σοφίας κατὰ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ μετ᾿ ἐκεῖνον τὰ ἐκείνου φρονοῦντος καὶ δόλῳ σπεύδοντος ἐπεκδικεῖν Ἀκινδύνου· οἳ τὴν κοινὴν χάριν πατρὸς υἱοῦ καὶ πνεύματος, καὶ τὸ φῶς τοῦ μέλλοντος αἰῶνος καθ᾿ ὃ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὡς καὶ ὁ Χριστὸς προϋπέδειξεν ἐπ᾿ ὄρους λάμψας, καὶ ἁπλῶς πᾶσαν δύναμίν τε καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, καὶ πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστὸν εἶναι δογματίζουσι, καὶ κατατέμνουσι καὶ οὗτοι δυσσεβῶς εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, καὶ τοὺς εὐσεβῶς ἄκτιστον τὸ θειότατον ἐκεῖνο φῶς καὶ πᾶσαν δύναμιν καὶ ἐνέργειαν πρεσβεύοντας θείαν – ὡς μηδενὸς ὄντος προσφάτου τῶν τῷ θεῷ προσόντων φυσικῶς– διθεΐτας ὀνομάζουσι καὶ πολυθέους, ὡς καὶ Ἰουδαῖοι σαβελλιανοί τε καὶ ἀρειανοὶ ὀνομάζουσιν ἡμᾶς. ἀλλ᾿ ἡμεῖς τούτους τε κἀκείνους ὡς ὄντως ἀθέους τε καὶ πολυθεοὺς ἀποβαλλόμεθα καὶ τοῦ πληρώματος τῶν εὐσεβούντων, ὡς καὶ ἡ ἁγία τοῦ Χριστοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία διὰ τοῦ Συνοδικοῦ Τόμου καὶ Ἁγιορειτικοῦ, τελείως ἐκκόπτομεν, πιστεύοντες εἰς μίαν θεότητα τρισυπόστατον καὶ παντοδύναμον, οὐδαμῶς τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος ἐκπίπτουσαν διὰ τὰς δυνάμεις ἢ τὰς ὑποστάσεις.

Ἐπὶ τούτοις πᾶσι προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν ἄληκτον τοῦ μέλλοντος αἰῶνος. ἀμήν.

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ΣΥΝΟΔΙΚΟΝ

Συνοδικὸν ἀποτέμνον τοὺς πνευματομάχους ἀπὸ τῆς τοῦ Χριστοῦ ἐκκλησίας, ἀναγινωσκόμενον ἐν τῇ δευτέρᾳ ἡμέρᾳ τῆς Πεντηκοστῆς. Ὁμολογία καὶ ἀνακήρυξις τῆς ὀρθοδόξου τῶν χριστιανῶν εὐσεβείας, καθ’ ἣν αἱ τῶν αἱρετικῶν ἅπασαι ἀνατρέπονται δυσσέβειαι καὶ οἱ τῆς καθολικῆς τοῦ Χριστοῦ ἐκκλησίας κρατύνονται ὅροι (J. Darrouzès and V. Laurent, “Dossier grec de l’Union de Lyon (1273–1277),” Archives de l’Orient Chrétien 16 [Paris: Institut Français d’Études Byzantines, 1976], 574¬–588).

  1. (Page 574) Πιστεύω εἰς ἕνα Θεόν ..., καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος· ἀμήν. «Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν ἐκκλησίαν ἐστήριξε.» Ταύτην τὴν πίστιν Ἄρειος μὲν πρότερον, Εὐνόμιος, Μακεδόνιος καὶ οἱ τούτοις ὁμόφρονες ἀθετήσαντες, «ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν» κατὰ (5) τῆς πανσθενεστάτης καὶ ὁμοδυνάμου καὶ τρισυποστάτου μιᾶς θεότητος, κατατέμνοντες ταύτην εἰς διαφόρους ἀξίας καὶ φύσεις. Ἀλλὰ τούτων μὲν τὴν ἰσχὺν τότε κατέβαλλεν ὁ τῶν θαυμασίων Θεός, νῦν δὲ μετὰ πολυετῆ τινα χρόνον καὶ ἐν τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ ἡ ἐκείνων δυσσέβεια ἐπεισέφρησεν, ἑαυτῇ κατάλληλα ὄργανα ἐξευροῦσα· καὶ γὰρ ὥσπερ (10) τότε οἱ ἀρχηγοὶ τῆς κακίας ἐκείνης εἰς διαφόρους φύσεις κατέτεμον τὴν ὁμοούσιον καὶ ὁμότιμον θείαν Τριάδα, οὕτω καὶ οἱ νῦν τῆς δυσσεβείας ἐργάται εἰς διαφόρους ἀξίας καὶ τάξεις τὴν ὁμόδοξον καὶ τρισυπόστατον μίαν θεότητα δυσσεβῶς κατατέμνουσι. Πλὴν τὰ μὲν δὴ τῆς κακίας ταύτης ζιζάνια ὅθεν καὶ ὅπως ἀνεφύη τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ, οὐ τοῦ (15) παρόντος λέγειν καιροῦ, πλὴν ἐγένετο ἐπηρείᾳ σατανικῇ καὶ κακουργίᾳ τῶν τὰ πρῶτα φερόντων τῆς ἐκκλησίας· τὰς δὲ εὐφημίας καὶ εὐλογίας (Page 575) αἱ ὀφείλονται τοῖς τὴν εὐσέβειαν μέχρι καὶ αὐτοῦ θανάτου διατηρήσασιν, ἃς καὶ ὁ Σωτὴρ ἄνωθεν ἐπισφραγίζει τῇ ἑαυτοῦ δεξιᾷ, ὡς θυμίαμα εὐπρόσδεκτον ταύτας ἐπιδεχόμενος, καὶ τὰς ἀρὰς αἷς οἱ δυσσεβοῦντες ἑαυτοὺς ὑποβάλλουσι, δίκαιόν τε καὶ ὀφειλόμενον ᾠήθημεν τῇ δυνάμει Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ἀναγράψασθαι καὶ τὴν μὲν δυσσέβειαν (5) τῷ ἀναθέματι καθυποβάλλειν, ὅπως τὸ σεσηπὸς μέλος τῇ μαχαίρᾳ τοῦ Πνεύματος ἐκτμηθήσεται, ὡς μήποτε, τῆς κακίας καιροῦ δραξαμένης, ἅπαν διαφθαρῇ τὸ σῶμα τῆς τοῦ Χριστοῦ ἐκκλησίας. Διὸ καί φαμεν τάδε.

  2. Τῶν ὁμολογούντων καὶ ἀποδεχομένων τὸ τῆς πίστεως ἅγιον (9) σύμβολον ἀπαραποίητον καὶ μὴ προστιθεμένων τι ἢ ἀφαιρούντων ἐκ (10) τούτου, ἀλλ’ ὡς τοῦ θείου Πνεύματος καρπὸν ἐξυμνούντων αὐτό, αἰωνία ἡ μνήμη. Τῶν ὁμολογούντων τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μόνου ἐκπορεύεσθαι προσεχῶς, ὥσπερ καὶ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς μόνου προσεχῶς γεννᾶσθαι, καθώσπερ αὐτὸς ὁ Θεὸς Λόγος ἐν τῷ καιρῷ τοῦ (15) κοσμοσωτηρίου πάθους τοῖς ἀποστόλοις διέθετο εἰπών· «Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ», καὶ ταύτην τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐμοῦ», καὶ ταύτην τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείαν διαθήκην ἀπαραποίητον δεχομένων, αἰωνία ἡ μνήμη. (20) Τῶν εἰδότων καὶ πιστευόντων μόνην πηγὴν εἶναι τῆς ὑπερουσίου θεότητος τὸν Πατέρα, τὸν δὲ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον προσεχῶς καὶ ἀμέσως ἔχοντας τὴν ὕπαρξιν ἐκ τοῦ Πατρός, ὥσπερ δύο βλαστοὺς ἐκ μιᾶς ῥίζης ἢ δύο ἄνθη καὶ ὑπερούσια φῶτα κατὰ τὸν πολὺν τὰ θεῖα καὶ μέγαν Διονύσιον, ἢ δύο ἀκτῖνας ὡς ἐξ ἑνὸς ἡλίου καὶ μιᾶς πηγῆς (25) ποταμοὺς δύο καθώσπερ ὁ Νυσσαέων θεῖος Γρηγόριος φάσκει, καὶ οὐ παραδεχομένων λόγους δυσσεβεῖς καὶ κιβδήλους, πείθοντας τὸν μὲν Υἱὸν ἔχειν προσεχῶς καὶ ἀμέσως πρὸς τὸν Πατέρα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον πόρρω καὶ οὐ προσεχῶς, καὶ οὕτω, φεῦ, τῆς πατρικῆς ὑποστάσεως ἀποξενοῦντας τὸ Πνεῦμα τὸ ἅγιον καὶ διέχειαν καὶ περιγραφήν τινα (30) ἐπεισάγοντας μέσον Πατρὸς καὶ Πνεύματος καὶ εἰς τὸ τῆς τριθεΐας ἐμπίπτοντας βάραθρον, τῶν γοῦν τὰς τοιαύτας τῶν αἱρετικῶν καινοφωνίας μὴ παραδεχομένων, ἀλλὰ μέχρι καὶ αὐτοῦ θανάτου ὁμολογούντων ἀνόθευτον τὸν λόγον τῆς εὐσεβείας, αἰωνία ἡ μνήμη. Τῶν πιστευόντων καὶ ὁμολογούντων ἕνα Θεὸν τέλειον ἐν Πατρὶ (35) καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τρισὶ τελείαις ὑποστάσεσι, Θεὸν τέλειον τὸν Πατέρα, Θεὸν τέλειον τὸν Υἱόν, Θεὸν τέλειον τὸ Πνεῦμα τὸ ἅγιον, (Page 576) Θεὸν ἕνα τέλειον τὴν ἁγίαν Τριάδα, οὐκ ἐλλιπῆ Θεὸν τὸν Πατέρα, οὐκ ἐλλιπῆ Θεὸν τὸν Υἱόν, οὐκ ἐλλιπῆ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον (οὐδὲ γὰρ σύνθετος Θεὸς ὡς ἐξ ἀτελῶν ἡ ἁγία Τριάς), ἀλλ’ ὅλην καὶ τελείαν τὴν θεότητα ἐν Πατρί, ὅλην καὶ τελείαν τὴν θεότητα ἐν Υἱῷ, ὅλην καὶ τελείαν τὴν θεότητα ἐν ἁγίῳ Πνεύματι, θεότητα μίαν, ἁπλῆν τε καὶ ὑπερπλήρη (5) τὴν ἁγίαν Τριάδα, οὐ βαθμοῖς μετρουμένην, οὐδὲ ὑποβάσεσιν ὑποστελλομένην, ἀλλ’ ὁμότιμον καὶ ὁμόδοξον καὶ ὁμόθρονον τὴν αὐτὴν ἁγίαν Τριάδα, ὡς καὶ Θεὸν ἕνα καὶ ἁπλοῦν, αἰωνία ἡ μνήμη. Τῶν τὰς ἁγίας καὶ σεπτὰς οἰκουμενικὰς ἑπτὰ συνόδους, τὴν πρώτην τε, φημί, τὴν κατὰ Ἀρείου συγκροτηθεῖσαν καὶ τὴν κατὰ (10) Μακεδονίου καὶ Ἀπολιναρίου δευτέραν καὶ τὴν κατὰ Νεστορίου τοῦ ἰουδαιόφρονος τρίτην, ὡσαύτως καὶ τὴν κατὰ Μονοφυσιτῶν τετάρτην καὶ τὴν κατὰ Σεβήρου καὶ Ὠριγένους πέμπτην, ἔτι γε μὴν καὶ τὴν κατὰ Μονοθελητῶν ἕκτην καὶ τὴν κατὰ τῶν Εἰκονομαχούντων ἑβδόμην, ἀλλὰ δὴ καὶ τὰς κατὰ τόπους τῇ ὀρθοδοξίᾳ διαλαμψάσας καὶ τοὺς (15) ἐκτεθέντας τούτων κανόνας καὶ ὅρους δεχομένων καὶ ἀσπαζομένων, αἰωνία ἡ μνήμη. «Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος (20) ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν» τὴν ἁγίαν καὶ οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν» τὴν ἁγίαν καὶ ἄσπιλον καὶ ἀμώμητον πίστιν, χάριτι τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν τοῦ εἰπόντος· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» (25) Ἐπὶ τούτοις, καὶ πάντων τῶν διαφόροις κακώσεσιν ἑαυτοὺς ἐκδεδωκότων καὶ μέχρι καὶ αὐτοῦ θανάτου ὑπὲρ τῆς εὐσεβείας ἀγωνισαμένων, αἰωνία ἡ μνήμη. Κόνωνος, Ἰωάννου, Μάρκου, Κλήμεντος, Μαξίμου, Θεοδωρήτου, Θεοκτίστου, Βαρνάβα, Ἱερεμίου, Γρηγορίου, Ἰωσήφ, Γερασίμου καὶ (30) Γερμανοῦ, τῶν ὡς ἀληθῶς ὁσιομαρτύρων καὶ ὁμολογητῶν καὶ τῆς ὀρθοδοξίας προμάχων, τῶν καὶ μετὰ πολλὰς καὶ ἀφορήτους κακώσεις καὶ τὸν διὰ πυρὸς ὑποστάντων θάνατον, αἰωνία ἡ μνήμη.

  3. (Page 577) «Ὡσαύτως δὲ καὶ αἱ ἀραὶ τοὺς τῆς εὐσεβείας ἀθετητάς τε καὶ ὑπερόπτας λαμβάνουσι· διὸ καὶ κοινῇ πάντες ὅσον εὐσεβείας πλήρωμα οὕτως αὐτοῖς τὴν ἀράν, ἣν αὐτοὶ καθ’ ἑαυτῶν ὑπέβαλλον, ἐπιφέρομεν.» Τοῖς μὴ καταδεχομένοις ἀπαραποίητον καὶ ἀνόθευτον στέργειν τὸ παρὰ τῶν ὀρθοδόξων ὁμολογούμενον ἅγιον σύμβολον, τὸ παρὰ τῆς (5) πρώτης τε, φημί, καὶ δευτέρας ἁγίων συνόδων εὐαγγελικῶς ἐκτεθὲν καὶ βεβαιωθὲν παρὰ τῶν λοιπῶν, ἀλλὰ μεταποιοῦσι τοῦτο καὶ πρὸς τὴν ἑαυτῶν παρασύρουσι δόξαν, καὶ οὐ μόνον τὰς τῶν ἁγίων πατέρων συνοδικὰς παραδόσεις καὶ τῶν ἁγίων καὶ θεοδιδάκτων ἀποστόλων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ (10) παραφθείρουσιν ὅρους, ἀνάθεμα. Τοῖς μὴ ὁμολογοῦσι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς προσεχῶς ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν ἔχειν, ὥσπερ καὶ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς προσεχῶς γεννᾶσθαι, καθώσπερ αὐτὸς ὁ Θεὸς Λόγος διέθετο καὶ ἄνωθεν ἐκ τῶν θείων πατέρων ἡ ἐκκλησία παρέλαβεν, ἀλλὰ παρὰ φαῦλον (15) τιθεμένοις τὴν τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παράδοσιν καὶ παραδεχομένοις λόγους δυσσεβεῖς καὶ κιβδήλους, πείθοντας τὸν μὲν Υἱὸν ἔχειν προσεχῶς καὶ ἀμέσως πρὸς τὸν Πατέρα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον πόρρω καὶ οὐ προσεχῶς, καὶ οὕτω, φεῦ, τῆς πατρικῆς ὑποστάσεως πόρρω τιθεμένοις καὶ ἀποξενοῦσι τὸ Πνεῦμα τὸ ἅγιον καὶ διέχειαν (20) καὶ περιγραφήν τινα ἐπεισάγουσι μέσον Πατρὸς καὶ τοῦ παναγίου Πνεύματος καὶ εἰς τὸ τῆς τριθεΐας ἐμπίπτουσι βάραθρον, ἀνάθεμα. Τοῖς ἐναντία τῷ δεσπότῃ Χριστῷ δογματίζειν ἐπιχειροῦσι καὶ φάσκουσι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, καὶ ἐκ τοῦ Υἱοῦ μὲν ἀμέσως καὶ προσεχῶς ἐκ τοῦ Πατρὸς (25) δὲ οὐ προσεχῶς ἀλλὰ πόρρω, ὡς τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρὸς ἀμέσως, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, καὶ τολμῶσι λέγειν τὸν μὲν Υἱὸν προσεχῶς τοῦ Πνεύματος αἴτιον, πόρρω δὲ τοῦ Πνεύματος αἴτιον τὸν Πατέρα, ὡς εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἐνέργεια μὲν ἐκ τοῦ Υἱοῦ, δύναμις δὲ ἐκ τοῦ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ἐνέργεια μὲν ἐκ τοῦ Υἱοῦ, δύναμις δὲ ἐκ τοῦ Πατρός, καὶ βαθμοὺς καὶ ὑποβάσεις αἰτίων καὶ αἰτιατῶν ἐπὶ τῆς ἁπλῆς (30) καὶ ἀδιαιρέτου Τριάδος ἐπεισάγουσιν, ἀνάθεμα. Τοῖς δοξάζουσιν ἐπὶ τῆς ὑπερυμνήτου Τριάδος δοξῶν τε καὶ ἀξιωμάτων διαφορὰς καὶ τολμῶσι λέγειν τρίτον εἶναι τῇ ἀξίᾳ τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ Πατρός, ἀπὸ δὲ τοῦ Υἱοῦ δεύτερον, καὶ οὕτω τὴν μίαν καὶ ἁπλῆν καὶ ὁμότιμον καὶ ὁμόδοξον καὶ ὁμόθρονον κατατέμνειν ἐπιχειροῦσι (Page 578) θεότητα, κἀκ τούτου καὶ ἀλλοίας πρὸς ἀλλήλας τὰς τρεῖς ὑποστάσεις φάσκουσι καὶ τρεῖς ἀκολούθως καὶ διαφόρους θεούς—καὶ ταῦτα, τοῦ θεολόγου Γρηγορίου βοῶντος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ· «Ἵνα τὸ ἀσύγχυτον σῴζηται τῶν τριῶν ὑποστάσεων ἐν τῇ μιᾷ φύσει τε καὶ ἀξίᾳ τῆς θεότητος» καὶ πάλιν· «Ὅτι καὶ ἡ τοῦ ἑνὸς (5) προσκύνησις τῶν τριῶν ἐστι προσκύνησις, διὰ τὸ ἐν τοῖς τρισὶν ὁμότιμον τῆς ἀξίας καὶ τῆς θεότητος»—τοῖς οὖν, ὡς εἴρηται, κατατέμνουσι τὴν τρισυπόστατον καὶ ὁμόδοξον μίαν θεότητα τρισὶν ἀξιωμάτων διαφοραῖς, ἀνάθεμα. Τοῖς προσάπτουσι τῇ ὑπερυμνήτῳ καὶ ἀπεριγράπτῳ Τριάδι (10) τάξιν, τὴν κατὰ τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ τρίτον λεγομένην, ὡς καὶ τοῖς ὑπὸ χρόνον ἅπασι κατατεταγμένοις καὶ κατὰ τόπον διεστηκόσι—καὶ ταῦτα, τοῦ μεγάλου Βασιλείου βοῶντος· «Οὐ κατὰ σύνθεσιν ἀριθμοῦμεν, ἀφ’ ἑνὸς εἰς πλῆθος ποιούμενοι τὴν παραύξησιν, ἓν καὶ δύο καὶ τρία λέγοντες, οὐδὲ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ἐγὼ γάρ, (15) φησὶν ὁ Θεός, πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα» (καὶ μὴ μᾶλλον ὁμολογοῦσι τάξιν, τὴν κατὰ τὰς διαφορὰς τῶν ὑποστατικῶν ἰδιωμάτων, ἤγουν τὸ ἀγέννητον τοῦ Πατρός, τὸ γεννητὸν τοῦ Υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ παναγίου Πνεύματος) ὡς ὁ πολὺς ἐν θεολογίᾳ Διονύσιος φάσκει, ὅτι· «Τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα, μόνη δὲ (20) πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ, φυλαττόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεως»—τοῖς οὖν, ὡς εἴρηται, ὑποβιβάζουσι τὸν μὲν Υἱὸν τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ ἐν τῷ λέγειν αὐτοὺς πρῶτον καὶ δεύτερον καὶ τρίτον τῇ τάξει, ἀνάθεμα. (25) Τοῖς κακῶς ἐκλαμβάνουσι πρὸς τὴν ἑαυτῶν δυσσέβειαν τὰς ῥήσεις τῶν θείων πατέρων Μαξίμου καὶ Ταρασίου, λεγόντων «τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι», καὶ οὐ κατὰ τὸν τῆς ἀληθείας λόγον ταύτας ἐξηγουμένοις, ὅτι ὥσπερ ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς ἡλίου δύο τούτου δυνάμεις, ἥ τε φωτιστικὴ καὶ ἡ (30) θερμαντική, ἀμέσως καὶ προσεχῶς τὴν ὕπαρξιν κέκτηνται, καὶ οὔτε ἡ φωτιστικὴ ἐκ τῆς θερμαντικῆς ἔχει τὸ εἶναι, οὔτε ἡ θερμαντικὴ ἐκ τῆς φωτιστικῆς, διὰ δὲ τῆς φωτιστικῆς πρόεισιν ἡ θερμαντικὴ ἐκ τοῦ ἡλίου καὶ ὑπὸ πάσης μεταλαμβάνεται κτίσεως, ὅτι καὶ ἀχωρίστως καὶ ἅμα καὶ ὑπὸ πάσης μεταλαμβάνεται κτίσεως, ὅτι καὶ ἀχωρίστως καὶ ἅμα (Page 579) ἐκ τοῦ ἡλίου προέρχονται καί εἰσι καὶ αἱ τούτων ἐνέργειαι ἀσύγχυτοι διαμένουσι, καὶ ὅτι τὸ διὰ τοῦ Υἱοῦ τὸ ἅμα σημαίνει καὶ ἀντὶ τῆς μετὰ λαμβάνεται (ὡς καὶ ὁ θεῖος φάσκει Βασίλειος· «Ὁ δὲ Υἱός, <ὁ> τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα ἅγιον δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας», καὶ (5) πάλιν· «Διὰ τοῦ Υἱοῦ καὶ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι»), ἀλλὰ κακοσχόλως πειρῶνται μεταλαμβάνειν τὴν διὰ πρόθεσιν ἀντὶ τῆς ἐκ, ὥσπερ ἐπὶ τῶν κτισμάτων ἢ καὶ γενεαλογίας τινός, ἢ ὥσπερ ἐπί τινος ῥίζης καὶ καρποῦ (καὶ γὰρ ἐπὶ τούτων ἐκ τῶν πρώτων διὰ τῶν δευτέρων τὰ τρίτα, καὶ ἐκ τῶν δευτέρων ἀμέσως καὶ ἐνεργείᾳ τὰ τρίτα, (10) ἐκ δὲ τῶν πρώτων δυνάμει καὶ οὐ προσεχῶς), τοῖς οὖν οὕτω δυσσεβῶς παρερμηνεύειν πειρωμένοις τὴν ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τοῦ παναγίου Πνεύματος ἐκπόρευσιν, ἀνάθεμα. Τοῖς ὅλως ἐπὶ τῆς ἁγίας Τριάδος δογματίζειν τολμῶσιν οὐσίαν ἀγέννητον τὸν Πατέρα, οὐσίαν γεννητὴν τὸν Υἱόν, οὐσίαν ἐκπορευτὴν (15) τὸ Πνεῦμα τὸ ἅγιον καὶ τρεῖς ἀνερυθριάστως ὁμολογοῦσιν οὐσίας μερικάς—καὶ ταῦτα, τοῦ θεολογικωτάτου Δαμασκηνοῦ Ἰωάννου βοῶντος· «Διακεκριμένως δὲ τὸ Πατὴρ καὶ τὸ Υἱὸς καὶ τὸ Πνεῦμα καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, ἅτινα οὐκ οὐσίας εἰσὶ δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα (20) σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου», ὡς δὲ καὶ πρὸ αὐτοῦ τοῦ μεγάλου Γρηγορίου τοῦ θεολόγου βοῶντος· «Οὔτε τοῦ ἀνάρχου τὸ ἄναρχον φύσις ἢ τὸ ἀγέννητον, οὔτε ἡ ἀρχὴ τῷ ἀρχὴ εἶναι τοῦ ἀνάρχου διείργεται· οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχή, ὥσπερ οὐδὲ ἐκείνῳ τὸ ἄναρχον, περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις.» Καὶ ἐν τῷ εἰς τὴν Πεντηκοστὴν (25) λόγῳ οὕτω φησί· «Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν ἀγεννησίας· πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν γεννήσεως· ταῦτα δὲ οὐκ οὐσίας ἀφορίζει, περὶ οὐσίαν δὲ ἀφορίζεται»—τοῖς γοῦν, ὡς ἔφημεν, δογματίζειν τολμῶσιν ἐπὶ τῆς ἁγίας Τριάδος οὐσίαν ἀγέννητον τὸν Πατέρα, οὐσίαν γεννητὴν τὸν Υἱόν, οὐσίαν ἐκπορευτὴν τὸ Πνεῦμα τὸ (30) ἅγιον καὶ τρεῖς ἀνερυθριάστως ὁμολογοῦσιν οὐσίας κἀκ τούτου λόγῳ καὶ ἔργῳ τὴν τριθεΐαν εἰσάγουσιν, ἀνάθεμα. Τοῖς δογματίζουσιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον καὶ αἰτίαν τιθεῖσι τῆς οὐσίας τοῦ παναγίου Πνεύματος τὴν οὐσίαν τοῦ τε Πατρὸς (35) καὶ Υἱοῦ, κἀκ τούτου οὐσίαν δογματίζουσιν ἐπὶ τῆς ἁγίας Τριάδος, αἰτίαν καὶ οὐσίαν αἰτιατὴν καὶ ἀντικειμένας ὡς τὰ πρὸς τὰ ἀλλήλαις, καὶ διαφόρους οὐσίας καταριθμοῦσιν ἐπὶ τῆς ὁμοουσίου Τριάδος καὶ μὴ (Page 580) ὁμολογοῦσι τὴν ἀντίθεσιν καὶ τὸν πληθυσμὸν καὶ τὴν διαίρεσιν καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτὸν τῶν ὑποστάσεων εἶναι καὶ τῶν ὑποστατικῶν ἰδιωμάτων, ἀλλὰ φάσκουσιν οὐσίας εἶναι ταῦτα δηλωτικὰ καὶ εἰς διαφόρους κατατέμνουσι τὴν ὑπερούσιον τῆς μιᾶς θεότητος οὐσίαν, ἀνάθεμα. (5) Τοῖς μὴ ὁμολογοῦσι τὸ ἐκ τῆς οὐσίας εἶναι Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον οὐ τοῦ ὁμοουσίου εἶναι παραστατικόν, ἀλλὰ τοῦ αἴτιον εἶναι δηλωτικόν, καὶ αἴτιον λέγουσιν εἶναι τὴν οὐσίαν Πατρὸς καὶ Υἱοῦ τῆς οὐσίας τοῦ παναγίου Πνεύματος, ἀνάθεμα. Τοῖς λέγουσιν ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν (10) ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἓν ἐκπορευτικὸν αἴτιον εἶναι καθὸ Θεὸν καὶ μίαν ἀρχὴν τοῦ παναγίου Πνεύματος τόν τε Πατέρα ἅμα καὶ τὸν Υἱόν, κἀκ τούτου τῆς θεότητος ἀλλοτριοῦσι τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάθεμα. Τοῖς μὴ ὁμολογοῦσι τὸ ἐκπορεύεσθαι τρόπον εἶναι τῆς τοῦ παναγίου Πνεύματος ὑπάρξεως, ὥσπερ καὶ τὸ γεννᾶσθαι τρόπον εἶναι (15) τῆς τοῦ Υἱοῦ ὑπάρξεως, ἀλλὰ φάσκουσιν ὅτι τὸ ἐκπορεύεσθαι ταὐτόν ἐστι τῷ τε προχεῖσθαι καὶ προέρχεσθαι καὶ προϊέναι καὶ πηγάζεσθαι καὶ ἐκλάμπειν καὶ ὑπάρχειν καὶ πεφηνέναι καὶ ἀναβλύζειν καὶ ἐνιέναι, ὡς ἐντεῦθεν συνάγουσιν ὅτι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ συνιεῖσιν ὅτι καθολικά εἰσι ταῦτα καὶ γενικὰ ὀνόματα, καὶ (20) οὐ μόνον ἐπὶ τῆς ἐκπορεύσεως τοῦ παναγίου Πνεύματος καὶ τῆς τοῦ Υἱοῦ γεννήσεως, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς χορηγίας λαμβάνονται, διὸ οὐδ’ ἀντιστρέφουσι ταῦτα πρὸς τὸ ἐκπορεύεσθαι, κἀκ τούτου συγχέουσι καὶ ἀθετοῦσι τὴν τοῦ παναγίου Πνεύματος ὑποστατικὴν ἰδιότητα καὶ τὸν τρόπον τῆς ὑπάρξεως αὐτοῦ, ἀνάθεμα. (25) Τοῖς κακῶς ἐκλαμβάνουσι πρὸς τὴν ἑαυτῶν δυσσέβειαν τὴν τοῦ θείου ἀποστόλου ῥῆσιν τὴν φάσκουσαν· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ», καὶ δογματίζειν ἐπιχειροῦσιν ὅτι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται καὶ τὴν ὕπαρξιν ἔχει τὸ Πνεῦμα τὸ ἅγιον καὶ μὴ συνιεῖσιν ὅτι ἄλλο ἐστὶ τό τινος εἶναί τι καὶ ἄλλο τὸ ἐξ ἐκείνου—λέγεται (30) γὰρ τὸ Υἱοῦ Πνεῦμα διὰ τὸ σύμπνουν καὶ ὁμότιμον καὶ ἀδιαστάτως συγκαταλαμβάνεσθαι κατὰ τὸν θεῖον καὶ μέγαν Βασίλειον, οὐ μὴν ἐκ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν καθώσπερ οὗτοι δυσσεβῶς φάσκουσιν—, ἀνάθεμα. Τοῖς κακῶς ἐκλαμβάνουσιν ἓν εἶναι τὸ αἴτιον τοῦ παναγίου (35) Πνεύματος διὰ τὸ πάντα τὰ τοῦ Υἱοῦ πρὸς τὴν πρώτην αἰτίαν ἔχειν τὴν ἀναφοράν, ὥσπερ καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, τὴν ἑτοιμασίαν τῆς τῶν δικαίων ἀπολαύσεως, τὸ εἰδέναι τὴν ἡμέραν ἐκείνην καὶ ὥραν (Page 581) καὶ τὸ μόνον εἶναι ἀληθινὸν Θεόν, κἀκ τούτου καὶ τὴν ὑποστατικὴν ἰδιότητα, τὴν ἐκπόρευσιν τοῦ παναγίου Πνεύματος, θεῖον αὔχημα καὶ βουλήσεως ἔργον τιθεμένοις, ἀνάθεμα. Τοῖς κακῶς ἐξηγουμένοις τὴν τοῦ θείου Δαμασκηνοῦ ῥῆσιν, Τοῖς κακῶς ἐξηγουμένοις τὴν τοῦ θείου Δαμασκηνοῦ ῥῆσιν, τὴν λέγουσαν· «Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον οὐ λέγομεν, οὔτε (5) μὴν τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος», καὶ φάσκουσι· παραδίδωσι μὲν ὁ Δαμασκηνὸς Ἰωάννης μὴ λέγειν τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ὡς ἐκ πρώτης καὶ μὴ προσεχοῦς καὶ οὐκ ἀμέσου αἰτίας μὴ λέγειν τοῦτο ἐκ τοῦ Υἱοῦ· οὕτω γάρ ἐστιν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, προσεχῶς δὲ καὶ ἀμέσως καὶ λίαν φαμὲν τοῦτο ἐκ τοῦ Υἱοῦ, καὶ μὴ συνορῶσι τὸ (10) σύνεγγυς εἰρημένον τῷ θείῳ Δαμασκηνῷ· «Οὔτε μὴν τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος», ἀλλὰ διαστρέφουσι τὰς τῶν ἁγίων ῥήσεις πρὸς τὴν ἑαυτῶν κακόνοιαν, ἀνάθεμα. Τοῖς δογματίζουσι κατὰ λόγον αἰτίας ἐκλαμβάνεσθαι τὸ τῆς εἰκόνος ἀπαράλλακτον, ὅτι εἰκὼν τοῦ Πατρὸς ὁ Υἱὸς ὅτι ἐκ τοῦ Πατρός, (15) εἰκὼν δὲ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὅτι ἐκ τοῦ Υἱοῦ, καὶ μὴ συνορῶσιν ὅτι, εἰ ἔστιν αἴτιος ὁ Υἱὸς τοῦ παναγίου Πνεύματος, ὀφείλει καὶ τὸ Πνεῦμα τὸ ἅγιον αἴτιον ἑτέρου εἶναι κατὰ τὸ τῆς εἰκόνος ἀπαράλλακτον, καὶ μὴ ὁμολογοῦσιν κατὰ τὴν ὁμοιότητα καὶ τὸ ταὐτὸν τῆς φυσικῆς ἐνεργείας, ὅτι ὧν ἡ φυσικὴ ἐνέργεια μία, τούτων ἡ φύσις ἡ αὐτή, ἀλλὰ (20) κατὰ τὸ αἴτιον τὸ τῆς εἰκόνος ἀπαράλλακτον ἐκλαμβάνουσιν, ἀνάθεμα. Τοῖς δυσσεβῶς ἐκλαμβάνουσι τὴν τοῦ Νύσσης θείου Γρηγορίου ῥῆσιν, τὴν λέγουσαν· «Οὕτω καὶ τοῦ Μονογενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως», καὶ μὴ νοοῦσιν ὅτι τούτου λόγος (25) αἰτίας ἐστὶν ἡ γέννησις, τοῦ δὲ παναγίου Πνεύματος λόγος ἐστὶν ἡ ἐκπόρευσις καὶ προθεωρεῖται ἐπινοίᾳ ὁ Υἱὸς ᾗ υἱὸς διὰ τὴν κατὰ τὰ πρός τι τῶν σχέσεων κλῆσιν τοῖς ἀναγομένοις πρὸς θεογνωσίαν τῆς τοῦ Πνεύματος ὑποστάσεως, ἀλλ’ αἴτιον εἶναι τὸν Υἱὸν τῆς τοῦ Πνεύματος ὑποστάσεως φάσκουσιν, ἀνάθεμα. (30) Τοῖς διδάσκουσιν ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου, καὶ φάσκουσιν ἐκ τῶν κτισμάτων ἔχειν τὴν ὕπαρξιν, εἴπερ κτίσμα ὁ θρόνος ἐστὶ τοῦ Θεοῦ ὡς τὸ «Ὁ οὐρανός μοι θρόνος», καὶ ἀρνίον τὸ τοῦ δεσπότου Χριστοῦ ἀνθρώπινον διὰ τὸ πάθος, κἀκ τούτου τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἕνα (35) τῆς ἁγίας Τριάδος Θεόν, τὸν Παράκλητον, κτίσμα ὁμολογοῦσιν, ἀνάθεμα. Τοῖς δυσσεβῶς ἐκλαμβάνουσι τὴν τοῦ σωτῆρος Χριστοῦ ῥῆσιν, (Page 582) τὴν λέγουσαν· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν», καὶ φάσκουσιν ὅτι ἐκ τοῦ Υἱοῦ λήψεται τὴν ὕπαρξιν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐντεῦθεν ὑπὸ χρόνον καὶ πρόσφατον καὶ τῶν θείων ἀποστόλων ὕστερον ὁριζομένοις αὐτό, καὶ μὴ ὁμολογοῦσιν ὅτι τὸ ταὐτὸν τῆς βουλήσεώς τε καὶ τῆς ἐνεργείας σημαίνει, ἀλλὰ τὴν (5) ὕπαρξιν ἐκ τοῦ Υἱοῦ λήψεται διαρρήδην ἀνακηρύττουσιν, ἀνάθεμα. Τοῖς τὸ θεῖον ἐμφύσημα δογματίζουσι τὴν ὑπόστασιν εἶναι Τοῖς τὸ θεῖον ἐμφύσημα δογματίζουσι τὴν ὑπόστασιν εἶναι τοῦ παναγίου Πνεύματος καὶ μὴ πνευματικὸν χάρισμα τοῦ δεσμεῖν τε καὶ λύειν τὰ ἁμαρτήματα, καθώσπερ αὐτὸς ὁ Χριστὸς ἔφη καὶ ὁ τῶν πατέρων ἐσμὸς παραδίδωσι—καὶ ταῦτα, μετὰ τὴν ἀνάστασιν αὐτοῦ (10) τοῦ σωτῆρος Χριστοῦ τοῖς ἀποστόλοις εἰπόντος· «Ὑμεῖς δὲ καθίσατε ἐν Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους, ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς», καὶ πάλιν· «Ἐὰν μὴ ἐγὼ <ἀπέλθω>, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς»—, τοῖς οὖν τὸ ἐμφυσηθὲν τοῖς ἀποστόλοις πνεῦμα ἅγιον τὴν ὑπόστασιν εἶναι τοῦ Παρακλήτου Θεοῦ (15) διδάσκουσιν, ὡς ἐντεῦθεν διατεινομένοις ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καὶ τὴν ὕπαρξιν ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάθεμα. Τοῖς τὴν ὑπόστασιν τοῦ παναγίου Πνεύματος εἰς τὴν τῶν χαρισμάτων διανομὴν καταβιβάζουσι καὶ μετάδοσιν, καὶ ἀθετοῦσιν ἐκ τούτου τὸν ἕνα τῆς ἁγίας Τριάδος Θεόν, τὸν Παράκλητον, καὶ μεριστὴν (20) τὴν ὑπόστασιν τοῦ παναγίου Πνεύματος τιθεμένοις, ὡς δὲ καὶ ληπτὴν κατὰ τὸ μᾶλλον καὶ ἧττον τοῖς δικαίοις κατὰ τὴν θείαν ὕπαρξιν καὶ θεότητα, ἀνάθεμα. Τοῖς κακῶς τὴν τοῦ θείου Ἀθανασίου ῥῆσιν ἐκλαμβάνουσι, τὴν λέγουσαν· «Τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα (25) δεικνὺς ἑαυτοῦ, οὐκέτι ἐλάττονα ἑαυτὸν τοῦ Πνεύματος ἀλλὰ μείζονα καὶ ἴσον ὄντα σημαίνων, ἐδίδου τὸ Πνεῦμα καὶ ἔλεγεν· Λάβετε πνεῦμα ἅγιον», καὶ φάσκουσιν ἐντεῦθεν· μείζων ἐστὶν ὁ Υἱὸς τοῦ παναγίου Πνεύματος τῷ αἰτίῳ, καὶ μὴ ὁμολογοῦσιν ἴσον μὲν τῇ δόξῃ καὶ τῇ οὐσίᾳ, μείζονα δὲ τῆς χορηγουμένης χάριτος, ὡς ὁ μέγας αὐτός φησιν (30) Ἀθανάσιος, ἀλλὰ τὸ μεῖζον εἰς τὴν τοῦ αἰτίου δήλωσιν τιθεμένοις, ἀνάθεμα. Τοῖς ἰταμῶς ἐκδιδάσκουσιν ὥς εἰσί τινα φυσικὰ ἰδιώματα κοινὰ Πατρὶ καὶ Υἱῷ, τῷ δὲ παναγίῳ Πνεύματι οὐκ εἰσὶ ταῦτα κοινά, καὶ αὐτολεξεὶ φάσκουσι· «Τῶν φυσικῶν ἰδιωμάτων Πατρὸς καὶ Υἱοῦ (35) κοινωνίαν οὐχ ἕξει τὸ Πνεῦμα τὸ ἅγιον», κἀκ τούτου, φεῦ, ἑτεροφυὲς Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀνακηρύττουσιν, ἀνάθεμα. Τοῖς τὰς θείας καὶ ἱερὰς τῶν θείων πατέρων, τοῦ μεγάλου φημὶ Ἀθανασίου, Βασιλείου τοῦ μεγάλου, Ἐπιφανίου Κύπρου, Κυρίλλου καὶ (Page 583) Μαξίμου τοῦ ὁμολογητοῦ, ἔτι τε Ἱερωνύμου, Αὐγουστίνου καὶ τῶν λοιπῶν θείων καὶ ὀρθοδόξων ἁγίων πατέρων πολυτρόπως νοθεύουσι γραφὰς καὶ παραφθείρουσι ταύτας, ἀνάθεμα. Τοῖς τὰ νενοθευμένα δεχομένοις καὶ ὑπαναγινώσκουσι ταῦτα τῷ λαῷ εἰς ἀπάτην αὐτῶν καὶ καταστροφὴν τῆς ὀρθοδόξου πίστεως, (5) καὶ διαβάλλουσιν ἐν πρώτοις μὲν τὸν θεῖον καὶ μέγαν Βασίλειον, ὡς δῆθεν λέγοντα· «Ἀξιώματι δευτερεύειν τοῦ Υἱοῦ τὸ Πνεῦμα, παρ’ αὐτοῦ τὸ εἶναι ἔχον καὶ παρ’ αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον καὶ ὅλως τῆς τὸ εἶναι ἔχον καὶ παρ’ αὐτοῦ λαμβάνον καὶ ἀναγγέλλον καὶ ὅλως τῆς αἰτίας ἐκείνης ἐξημμένον ὁ τῆς εὐσεβείας παραδίδωσι λόγος», ὡσαύτως καὶ Ἀθανασίου τοῦ μεγάλου· «Τὸ δὲ ἅγιον Πνεῦμα ἐκπόρευμα ὂν τοῦ (10) Πατρὸς καὶ τοῦ φέροντος Υἱοῦ», καὶ πάλιν· «Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστιν, οὐ ποιητόν, οὐ κτιστόν, οὐ γεννητόν, ἀλλ’ ἐκπορευόμενον», ἀλλὰ δὴ καὶ Γρηγορίου τοῦ Νύσσης· «Τὸ δὲ ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται καὶ ἐκ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται», ὡς δὲ καὶ τοῦ θείου Χρυσοστόμου· «Τοῦτό ἐστι Πνεῦμα τὸ (15) ἐκπορευόμενον παρὰ τοῦ Πατρὸς καὶ παρὰ τοῦ Υἱοῦ, ὃ διαιρεῖ τὰ ἴδια χαρίσματα καθάπερ βούλεται», καὶ πάλιν· «Τοῦτο δὲ τὸ Πνεῦμα τὸ ἅγιον λέγομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἴσον καὶ ἐκπορευόμενον παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ», τοῖς οὖν ταῦτα τὰ νενοθευμένα δεχομένοις καὶ διὰ τούτων πειρωμένοις τοὺς ἁπλουστέρους τῶν ὀρθοδόξων ἐξαπατᾶν, (20) ἀνάθεμα. Τοῖς ἀντιφερομένοις καὶ ἐναντία δογματίζειν ἐπιχειροῦσι τοῖς θείοις πατράσι, Φωτίῳ τῷ ἁγιωτάτῳ φημὶ πατριάρχῃ, Θεοφυλάκτῳ Βουλγαρίας, Εὐθυμίῳ <τῷ Ζηγαβηνῷ, Ἰωάννῃ> τῷ Φουρνῇ καὶ πρώτῳ τοῦ Γάνου ὄρους, Νικολάῳ Μεθώνης καὶ τοῖς λοιποῖς προμάχοις (25) τῆς εὐσεβείας, καὶ τούτους ὡς ἀπαταιῶνας καὶ διαστροφεῖς τῆς ὀρθοδόξου πίστεως, τοὺς τῆς εὐσεβείας ὄντως προμάχους, διὰ τὸ ἀντέχεσθαι ὑπὲρ τῶν ὀρθῶν δογμάτων τῆς τοῦ Χριστοῦ ἐκκλησίας, διαβάλλουσιν, ἀνάθεμα. Τοῖς προσφερομένοις ἄζυμα εἰς θυσίαν κἀντεῦθεν ἀθετοῦσι τὴν (30) ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καὶ τὴν Ἀπολιναρίου συμβολικῶς πρεσβεύουσιν αἵρεσιν—ὁ γὰρ Ἀπολινάριος οὐράνιον σῶμα, ἄψυχόν (Page 584) τε καὶ ἄνουν προσειληφέναι τὸν Κύριον δογματίζων καὶ ὡς διὰ σωλῆνος κατὰ φαντασίαν διελθεῖν ἐκ Μαρίας ἔφασκεν· ὁ μὲν νοῦς ὁ ἀνθρώπινος συνουσιώθη ἐν τῷ Ἀδὰμ διὰ τῆς παραβάσεως τῇ κατὰ γνῶσιν ἁμαρτίᾳ, ἡ δὲ σὰρξ τῇ κατ’ ἐνέργειαν ἁμαρτίᾳ· καὶ εἰ ὁ Θεὸς Λόγος ἀνθρωπίνην προσελάβετο φύσιν, οὐκ ἦν ἐκτὸς ἁμαρτίας· ἀλλὰ μὴν ἐκτὸς ἦν ἁμαρτίας· (5) οὐκ ἄρα ἀνθρωπίνην προσελάβετο φύσιν, ἀλλὰ καθαρόν τε καὶ ἀναμάρτητον οὐράνιον σῶμα, προδιαπλασθὲν ἐν τῷ οὐρανῷ, ἄψυχόν τε καὶ ἄνουν, ἀρκεῖν ἀντὶ νοῦ καὶ ψυχῆς τοῦ Μονογενοῦς τὴν θεότητα· διὸ καὶ εἰς μαρτυρίαν προβάλλονται τὸ «Οὐδεὶς ἀναβέβηκεν ἐν τῷ οὐρανῷ, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», καὶ τὸ «Σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος»· (10) ἐντεῦθεν καὶ οἱ τοῦ Ἀπολιναρίου τούτου μύσται τὴν ἄζυμον ἐκτελοῦσι θυσίαν, κατάλληλον ὥς φασι τῷ προσληφθέντι ἀψύχῳ σώματι, ἄνευ προζύμης καὶ ἅλατος, ὅτι ἡ μὲν προζύμη ἀντὶ ψυχῆς ἐμβάλλεται, τὸ δέ γε ἅλας ἀντὶ νοός· διὸ καὶ χρονιαῖον προπλάττουσι καὶ ἐναποθησαυρίζουσι τοῦτο καὶ καθαρὸν ὀνομάζουσι καί, μετὰ τὴν εὐχήν, ἔνζυμον, (15) ὡς καὶ τὸ πεπλασμένον αὐτοῖς οὐράνιον σῶμα, μετὰ τὴν ἕνωσιν τῆς ὡς καὶ τὸ πεπλασμένον αὐτοῖς οὐράνιον σῶμα, μετὰ τὴν ἕνωσιν τῆς θεότητος, ἔννουν καὶ ἔμψυχον καὶ τῶν προσφερομένων ὑπὲρ τῶν ἁγίων λοιπῶν προσφορῶν ἄμικτον, ὡς μὴ τὸ τοιοῦτον σῶμα τοῖς ἁγίοις ὁμοούσιον δογματίζοντες εἶναι—, τοῖς οὖν, ὡς ἔφημεν, ἄζυμα προσφέρουσιν εἰς θυσίαν καὶ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου ἀπαρνουμένοις, (20) ἀνάθεμα. Τοῖς ὅλως ἐπιχειροῦσι νέας τινὰς ζητήσεις καὶ διδασκαλίας τῇ θείᾳ καὶ ἀκαταλήπτῳ Τριάδι ἐπάγειν καὶ ζητεῖν τίς ἡ διαφορὰ γεννήσεώς τε καὶ ἐκπορεύσεως καὶ τί ἐστι γέννησις ἐπὶ Θεοῦ καὶ ἐκπόρευσις, καὶ λόγους ἀποδιδοῦσι καὶ μὴ στέργουσι καὶ ἐμμένουσι τοῖς παραδοθεῖσιν (25) ἡμῖν ὅροις ἀπό τε τῶν μαθητῶν τοῦ Χριστοῦ καὶ τῶν θείων πατέρων, κἀκ τούτου εἰς οὐδὲν χρήσιμον ἐπὶ τοῖς μὴ παραδοθεῖσιν ἡμῖν λογομαχεῖν πειρωμένοις, ἀνάθεμα. Τοῖς τὰς σεβασμίας καὶ οἰκουμενικὰς ἁγίας συνόδους περιφρονοῦσιν, ἔτι γε μὴν καὶ τὰς τούτων δογματικάς τε καὶ κανονικὰς παραδόσεις (30) ἀποστρεφομένοις, καὶ φάσκουσιν ὡς οὐ τελείως τὰ πάντα ὡρίσαντο καὶ παρέδοσαν, τὰ πλείω δὲ καὶ μυστηριώδη ἀσαφῆ κατέλειψαν καὶ ἀδίδακτα, ἀνάθεμα. Τοῖς ἐν καταφρονήσει τιθεμένοις τοὺς ἱεροὺς καὶ θείους κανόνας τῶν μακαρίων πατέρων ἡμῶν, οἳ καὶ τὴν ἁγίαν τοῦ Θεοῦ ἐκκλησίαν (35) ὑπερείδουσι καὶ ὅλην τὴν χριστιανικὴν ἐκκλησίαν κοσμοῦντες πρὸς θείαν ὁδηγοῦσιν εὐλάβειαν, ἀνάθεμα. (Page 585) Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων καινοτομηθέντα καὶ πραχθέντα, ἢ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα.

  4. (Page 585) Πρὸς τούτοις, καὶ τὰ παρὰ τοῦ Βέκκου γραφέντα τε καὶ δογματισθέντα (4) καὶ ἐπ’ ἐκκλησίας διδαχθέντα, τά τε προνενοθευμένα καὶ τὰ (5) παρ’ αὐτοῦ νοθευθέντα καὶ κακῶς ἐπεξηγηθέντα εἰς συγκρότησίν τε καὶ βεβαίωσιν τῆς πνευματομαχικῆς αἱρέσεως, καθυποβλητέον τῷ ἀναθέματι. Εἰσὶ δὲ ταῦτα· «Ἓν μέν, ἐγκατασκεύως ἐκθεῖναι τὰ γραφικὰ πάντα ῥητά, δι’ ὧν οἱ κατὰ καιροὺς περὶ τῆς Τριάδος θεολογήσαντες (10) φαίνονται διαρρήδην διατρανοῦντες τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας ὑπάρχειν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ὅπερ ἡ τῶν Ῥωμαίων ἐκκλησία πρεσβεύει, ἐξ ἀμφοῖν αὐτὸ λέγουσα ἐκπορεύεσθαι.» Ἐνταῦθα λέγει αἴτιον εἶναι τὴν οὐσίαν Πατρὸς καὶ Υἱοῦ τῆς τοῦ παναγίου Πνεύματος οὐσίας, καὶ οὐσίαν ὁμολογεῖ αἰτίαν καὶ οὐσίαν αἰτιατὴν καὶ ἀντικειμένας (15) ἀντιθετικῶς ὡς τὰ πρός τι· τὸ δὲ αἴτιον καὶ τὸ αἰτιατὸν οὐκ εἰσὶν οὐσίας δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου· καὶ περὶ τὴν οὐσίαν ἐστὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν, οὐ ταῦτα οὐσία, ὡς οἱ θεῖοι πατέρες διδάσκουσι· τὸ δὲ λέγειν ἐκ τῆς οὐσίας εἶναι οὐσία, ὡς οἱ θεῖοι πατέρες διδάσκουσι· τὸ δὲ λέγειν ἐκ τῆς οὐσίας εἶναι Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ὁμοουσίου ἐστὶ δηλωτικόν, (20) οὐ μὴν δὲ τοῦ αἰτίου. Εἶτα καὶ πάλιν φησί· «Τοῖς τῶν μεγάλων ἁγίων δόγμασιν ἐπερειδομένη ἡ τῶν Ῥωμαίων ἐκκλησία καὶ ταῖς ἐκείνων ἀκολουθοῦσα ἐννοίαις, τὸν μὲν Υἱὸν ἐκ τοῦ Πατρὸς μόνου ἀνακηρύττει, τὸ δὲ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ εἶναι λέγει· καὶ μίαν ὅμως (25) ἀρχὴν ἐπὶ τῆς ἁγίας Τριάδος καθαρῶς πρεσβεύει τε καὶ ὁμολογεῖ, διὰ τὸ εἰδέναι ὑπὸ τῆς τῶν πατέρων διδασκαλίας πάντα τὰ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, τὴν πρώτην αἰτίαν, ἐνάγεσθαι. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ λέγειν τὸ Πνεῦμα καὶ μὴ δύο αἴτια δοξάζειν τοῦ Πνεύματος οὐκ ἄλλοθέν ἐστι πάντως, ἀλλ’ ἢ ἐξ αὐτοῦ τούτου τοῦ πάντα, ὡς (30) εἴρηται, τὰ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, τὴν πρώτην αἰτίαν, ἐνάγεσθαι.» Ἐνταῦθα, τὰ δύο αἴτια φεύγων, δημιούργημα ὁμολογεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τὸ δημιουργικὸν αἴτιον ἀνάγεται ἐπὶ τὴν πρώτην αἰτίαν, (Page 586) τὸν Πατέρα, ὡς καὶ πάντα τὰ τῆς θεότητος αὐχήματα, ὡς καὶ ὁ θεολόγος Γρηγόριος διδάσκει λέγων· Εἰ καὶ πρὸς τὴν πρώτην αἰτίαν, ὥσπερ τὰ τοῦ Μονογενοῦς ἅπαντα, οὕτω δὲ καὶ τὰ τοῦ Πνεύματος ἀναπέμπεται, οὐ μὴν δὲ καὶ τὸ ἐκπορευτικὸν αἴτιον, ὅτι ὑποστατικόν ἐστιν ἰδίωμα, τὰ δ’ ὑποστατικὰ ἰδιώματα ἀκίνητα πάντα τυγχάνει· διὸ καὶ ὁ μέγας (5) Βασίλειος πρὸς Εὐνόμιον λέγει· «Πᾶν τὸ παρὰ τοῦ Υἱοῦ γεγενῆσθαι», ἤγουν δεδημιουργεῖσθαι, «λεγόμενον ἐπὶ τὴν πρώτην αἰτίαν, τὸν Πατέρα, τὴν ἀναφορὰν ἔχει». Οὗτος δὲ καὶ ταύτην τὴν ῥῆσιν τοῦ μεγάλου πατρὸς Βασιλείου νοθεύσας, φησί· «Πᾶν τὸ παρὰ τοῦ Υἱοῦ εἶναι λεγόμενον ἐπὶ τὴν πρώτην αἰτίαν, τὸν Πατέρα, τὴν ἀναφορὰν (10) ἔχει», καὶ ἀπέτεμεν ἐκ τῆς ῥήσεως ταύτης τὸ γεγενῆσθαι καὶ προσέθετο τὸ εἶναι, ἵνα ποιήσῃ καὶ τὸ ἐκπορευτικὸν αἴτιον ἀναφερόμενον ἐκ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὥσπερ καὶ τὸ δημιουργικὸν αἴτιον· διὸ καὶ ἐν τῇ τοιαύτῃ παρ’ αὐτοῦ νενοθευμένῃ ῥήσει ὥσπερ ἐρειδόμενος, ἐπιφέρει καί φησι· «Καλῶς ἡμεῖς ἔφημεν ὡς Ἰταλοί, προστιθέντες ἐν τῇ ἀναγνώσει (15) τοῦ συμβόλου τὸ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, οὐχὶ δύο φασὶ τοῦ ἑνὸς Πνεύματος αἴτια», καὶ ὁμοῦ ἐν ταὐτῷ νοθεύει ἅμα καὶ παρερμηνεύει τὴν τοιαύτην ῥῆσιν τοῦ μεγάλου πατρὸς Βασιλείου. Εἶτα καὶ πάλιν φησίν· «Ἡμῖν δ’ ἐπεὶ μία πίστις, ἡ ἐκ πατέρων (20) εἰς ἡμᾶς διαβᾶσα, κλῆρος θεόλεκτος, ἣν οἰκουμενικαί τε καὶ τοπικαὶ σύνοδοι ἐπεκράτυναν καὶ ἣν ὁ ἐξ ἐκείνου καὶ εἰς τὸ νῦν ἐβεβαίωσε χρόνος, κρατείτω μὲν ἀμεταποίητος αὕτη, καὶ ἐμποδὼν δὲ μηδὲν ἡμῖν ἔστω πρὸς τοὺς ἀδελφοὺς ἡμῶν εἰρηνεύειν, ἕως ἂν πρὸς τὴν αὐτὴν τῆς εὐσεβείας φέρωσιν ἔννοιαν αἱ παρ’ ἐκείνων προστιθέμεναι λέξεις.» Ἐνταῦθα (25) διαβάλλει πάσας τὰς ἁγίας συνόδους καὶ πάντας τοὺς ἁγίους πατέρας διαβάλλει πάσας τὰς ἁγίας συνόδους καὶ πάντας τοὺς ἁγίους πατέρας καὶ ἀναπλάττει ὅτι ἄνωθεν μὲν καὶ ἐξ ἀρχῆς προσέθεντο τὴν τοιαύτην προσθήκην τοῦ θείου συμβόλου οἱ Ἰταλοὶ καὶ πᾶσαι αἱ ἅγιαι σύνοδοι καὶ οἱ θεῖοι πάντες πατέρες ἐδέχοντο ταύτην, ἡμεῖς δὲ διὰ μόνην κακίαν ἀπεκόψαμεν τοὺς τοιαύτην προσθήκην ποιήσαντας. Οἱ δὲ διαβάλλοντες (30) τὰς ἁγίας συνόδους καὶ τοὺς θείους πάντας πατέρας τῷ ἀναθέματι καθυποβάλλονται. Εἶτα καὶ πάλιν φησίν· «Οἱ νέοι θεολόγοι καὶ κατὰ τὸ δοκοῦν αὐτοῖς ἀσφαλέστεροι τῶν πατέρων δογματισταὶ διαφορὰς ἀφ’ ἑαυτῶν ἀναπλάττουσι καὶ ἐπὶ ταῖς πεπλασμέναις ταύταις διαφοραῖς τὴν τῆς (35) Ῥωμαϊκῆς ἐκκλησίας καταλλαγὴν οὐ προσίενται, διϊσχυριζόμενοι ἐκ Πατρὸς καὶ Υἱοῦ λέγειν τὸ Πνεῦμα ἐκπορεύεσθαι διὰ τὸ ἡγεῖσθαι μηδὲν (Page 587) διαφέρειν εἰπεῖν ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα προέρχεσθαι καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ προχεῖσθαι καὶ προϊέναι καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι.» Ἐνταῦθα συγχέει καὶ καταβάλλει τὸν τρόπον τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματος, τὴν ἐκπόρευσιν, εἰς τὸ προέρχεσθαι καὶ προχεῖσθαι καὶ προϊέναι καὶ τὰ λοιπά, ἅτινα μετ’ αἰτίας τινὸς (5) προφέρονται τοῖς θείοις πατράσιν, ἐκ τοῦ Υἱοῦ λεγόμενα καὶ ἐκ τῆς θείας χάριτος, καὶ ἐνεργείας εἰσὶ δηλωτικά, ὡς καὶ ὁ θεῖος Χρυσόστομος βοᾷ λέγων· «Χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος.» Οὐ μὴν δὲ τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματός εἰσι δηλωτικὰ ταῦτα τὰ ὀνόματα, ἀλλὰ μόνον τὸ ἐκπορεύεσθαι, ὥσπερ καὶ μόνον τὸ γεννᾶσθαι τοῦ Υἱοῦ. (10) Ἑξῆς δὲ καὶ πάλιν οὗτος, φεύγων τὰ δύο αἴτια, ἐφ’ ἕτερον εἶδος βλασφημίας ἐμπίπτει καὶ ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καθομολογεῖ τὸ Πνεῦμα τὸ ἅγιον, οὑτωσὶ φάσκων· «Εἰ δέ τις καὶ ἔτι φιλονεικεῖν βούλεται, ἀλλ’ οὗτος ἴστω ὡς, εἰ μὴ πρὸς τόσον βλασφημίας χωρίσει ὥστε λέγειν ἰδίαν ἔχειν τὴν ἐνέργειαν παρὰ τὸν Πατέρα, οὐκ ἂν ἄλλως (15) ἔξεσται αὐτῷ δύο αἴτια νοεῖν καὶ λέγειν τὸν Πατέρα καὶ τὸν Υἱόν. Ἐπεὶ γὰρ οὐκ ἔστι τῷ Υἱῷ ἰδία ἐνέργεια παρὰ τὸν Πατέρα, πῶς ἂν δύο αἴτια εἴτε ποιητικῶς εἴτε φυσικῶς ῥηθεῖεν Πατὴρ καὶ Υἱός; Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον, ὡς ὁ μέγας φησὶ Κύριλλος καὶ ὁ μέγιστος Ἀθανάσιος, καὶ τοῦ Πατρὸς φυσικὴ ἐνέργεια λέγεται, πάντα δυναμένη πληροῦν ὅσα (20) καὶ βούλεται, ἀλλὰ τίς τῶν εὐσεβεῖν αἱρουμένων ὡς ἐκ δύο αἰτιῶν τὴν φυσικὴν ταύτην καὶ οὐσιώδη ἐνέργειαν εἶναι ἐννοῆσαι τολμήσει ποτέ;» Ἐνταῦθα διαφθείρει καὶ παρερμηνεύει τὰς τῶν ἁγίων πατέρων γραφάς, καὶ ταῦτα τοῦ θεολόγου Γρηγορίου βοῶντος πρὸς τὸν Εὐνόμιον· «Εἰ δὲ ἐνέργειά ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, ἐνεργηθήσεται δηλονότι οὐκ (25) ἐνεργήσει καὶ ὁμοῦ τὸ ἐνεργηθῆναι παύσεται· τοιοῦτον γὰρ ἡ ἐνέργεια. Πῶς οὖν ἐνεργεῖ καὶ τάδε λέγει καὶ ἀφορίζει καὶ λυπεῖται καὶ παροξύνεται καὶ ὅσα κινουμένου σαφῶς ἐστιν, οὐ κινήσεως;» Ὁρᾶτε ὅπως τὰ μὲν παρεξηγεῖται, τὰ δὲ καὶ ἀφ’ ἑαυτοῦ νοθεύει. Διὸ καὶ πάλιν ἀφ’ ἑαυτοῦ λέξιν ἀλλοτρίαν τῆς εὐσεβείας εἰς (30) μέσον ἐκθείς, οὕτως ἐπιφέρει καί φησιν· «Εὕρηται μὲν φανερῶς οὕτω καὶ ἀριδήλως ἐν πάσαις ταῖς τῶν ἐκκρίτων θεολόγων ἁγίων γραφαῖς τὸ Πνεῦμα τὸ ἅγιον φυσικῶς καὶ οὐσιωδῶς καὶ ἐνυποστάτως ὑπάρχον ἐκ τοῦ Υἱοῦ· ὅπως δὲ μὴ καὶ αὐτὸ τὸ τῆς ἐκπορεύσεως ὄνομα ἐξ Υἱοῦ πρὸς ταῖς ἄλλαις λέξεσι λέγεται, ῥηθήσεταί μοι ἐς ὕστερον.» Ὁρᾶτε (35) καὶ ὅπως ἀφ’ ἑαυτοῦ νοθεύει καὶ παραφθείρει τὰς τῶν ἁγίων πατέρων γραφάς. Τίς γὰρ πώποτε τῶν ἁγίων πατέρων ἔφησεν ὅλως ἐνυποστάτως ὑπάρχον ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον; Ὅτι μὲν οὖν παρελάβομεν ἐκ τῶν θείων πατέρων χορηγεῖσθαι καὶ δίδοσθαι τοῖς ἀξίοις τὸ Πνεῦμα (Page 588) τὸ ἅγιον κατὰ τὴν θείαν ἔλλαμψίν τε καὶ ἐνέργειαν φυσικῶς τε καὶ οὐσιωδῶς ἐξ Υἱοῦ, τοῦτο καὶ πᾶσα ἡ τοῦ Χριστοῦ ἐκκλησία καθομολογεῖ καὶ δοξάζει, ὅτι οὐκ ἦν ἐπακτόν τε καὶ ἔξωθεν ἐν τῷ Υἱῷ χορηγούμενον τοῖς ἁγίοις Πνεῦμα ἅγιον ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν· τούτοις γάρ φησι· «Δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Ὁ δὲ Κύριος (5) φυσικῶς τε καὶ οὐσιωδῶς δίδωσι τοῖς ἀξίοις τὴν τοῦ παναγίου Πνεύματος χάριν καὶ ἐνέργειαν, οὐ μὴν δὲ καὶ ἐνυποστάτως ὑπάρχειν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὅλως ἀκηκόαμεν πώποτε, ἀλλὰ τῆς αὐτοῦ πονηρᾶς διανοίας ἀνάπλασμα τοῦτο τυγχάνει. Διόπερ καὶ πάλιν, τὰ μὲν νοθεύων αὐτός, τὰ δὲ καὶ ἐκ τῶν (10) προνενοθευμένων συνάγων, οὕτως ἐπιφέρει καί φησιν· «Ἐπεὶ γὰρ κατὰ μέρος διερχομένοις ἡμῖν τὰς τῶν ἁγίων γραφὰς ἐντυγχάνειν ἐγίνετο νῦν μὲν τῷ προχεῖσθαι τὸ Πνεῦμα οὐσιωδῶς ἐξ Υἱοῦ, νῦν δὲ τῷ εἶναι αὐτὸ ὑποστατὸν ἐξ Υἱοῦ, καὶ νῦν μὲν τῷ ἐκλάμπειν αὐτὸ παρὰ τοῦ Υἱοῦ καὶ προέρχεσθαι οὐσιωδῶς καὶ παρ’ αὐτοῦ τὸ εἶναι ἔχειν, νῦν δὲ (15) αὐτῷ τῷ ὑπάρχειν ἐξ Υἱοῦ φυσικῶς τε καὶ οὐσιωδῶς.» Ἐνταῦθα καὶ πάλιν τὸ λέγειν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ὑποστατὸν ἐξ Υἱοῦ, τῆς αὐτοῦ πονηρᾶς διανοίας γέννημα τοῦτο τυγχάνει· τὸ δὲ παρ’ αὐτοῦ τὸ εἶναι ἔχειν, ἤγουν παρὰ τοῦ Υἱοῦ τὸ εἶναι ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῶν ἑαυτοῦ διδασκάλων τοῦτο καὶ τῆς τοῦ διαβόλου ἐπισπορᾶς (20) κατὰ διαδοχὴν ἀσπασίως ἐδέξατο· διὸ καὶ ταῦτα καθυποβλητέον τῷ ἀναθέματι.

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ὉΜΟΛΟΓΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ

ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ἘΦΕΣΟΥ, ΚΥΡ ΜΑΡΚΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ, ὉΜΟΛΟΓΙΑ ΤΗΣ ὈΡΘΗΣ ΠΙΣΤΕΩΣ ἘΚΤΕΘΕΙΣΑ ἘΝ ΦΛΩΡΕΝΤΙΑ ΚΑΤΑ ΤΗΝ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ ΓΕΝΟΜΕΝΗΝ ΣΥΝΟΔΟΝ
(L. Petit, Marci Eugenici Metropolitae Ephesi opera anti-unionistica, 10.2, Concilium Florentinum Documenta et Scriptore 1 [Rome, 1977], 127-134).

Ἐγὼ τῇ τοῦ Θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν Θεὸν καὶ Πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· (5) ὅ τε γὰρ Υἱὸς ἐξ αὐτοῦ γεγέννηται καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ Υἱοῦ συμβαλλομένου πρὸς τὴν ἐκπόρευσιν, ὥσπερ οὐδὲ τοῦ Πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προόδους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ (10) θεολόγοι Πατέρες διδάσκουσι· διὰ τοῦτο γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι δι’ Υἱοῦ λέγεται, τουτέστι μετὰ τοῦ Υἱοῦ, καὶ ὡς ὁ Υἱός, εἰ καὶ μὴ γεννητῶς ὡς ἐκεῖνος· ὁ δὲ Υἱὸς οὐ λέγεται γεννᾶσθαι διὰ τοῦ Πνεύματος διὰ τὸ σχετικὸν εἶναι (15) τὸ τοῦ Υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ υἱὸς εἶναι τοῦ Πνεύματος. Ἐντεῦθεν καὶ Πνεῦμα μὲν Υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον καὶ τὸ δι’ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖς ἀνθρώποις· ὁ δὲ Υἱὸς τοῦ Πνεύματος οὔτε ἔστιν οὔτε λέγεται (20) κατὰ τὸν Νύσσης Γρηγόριον. Εἰ δὲ τὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι τὴν αἰτίαν ἐδήλου, καθάπερ οἱ νέοι θεολόγοι φασίν, ἀλλ’ οὐ τὸ δι’ αὐτοῦ ἐκλάμπειν καὶ πεφηνέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, (25) οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦ Υἱοῦ τὴν αἰτίαν, ὁ μὲν λέγων· «Μόνη πηγή, τουτέστιν αἰτία, τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ, καὶ τούτῳ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος διακρίνεται»· ὁ δὲ «Μόνος ἀγέννητος καὶ μόνος (30) πηγὴ θεότητος ὁ Πατήρ», τουτέστι μόνος αἰτία καθάπερ καὶ μόνος ἀναίτιος· ὁ δὲ «Πάντα ὅσα ὁ Πατήρ, τοῦ Υἱοῦ, πλὴν τῆς αἰτίας»· ὁ δὲ ὅτι «καὶ οἱ Ῥωμαῖοι τὸν Υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ Πνεύματος»· ὁ δὲ ὅτι «μόνος αἴτιος (35) τοῦ Πνεύματος»· ὁ δὲ ὅτι «μόνος αἴτιος ὁ Πατήρ», καὶ ἐν ἄλλοις· «Τὸν Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ πατέρα», καὶ ἐν ἄλλοις· «Ὅσα ἁρμόζει πηγῇ, αἰτίᾳ, γεννήτορι, τῷ Πατρὶ μόνῳ προσαρμοστέα», —οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν διά τιθεὶς ἐπὶ τοῦ Υἱοῦ, (40) τὴν ἐκ ἀπηγόρευσεν, ἐν μὲν τῷ ὀγδόῳ τῶν Θεολογικῶν λέγων· «Ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν καὶ δι’ Υἱοῦ φανεροῦσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν»· ἐν δὲ τῷ τρισκαιδεκάτῳ πάλιν ὁ (45) αὐτός· «Πνεῦμα Υἱοῦ, οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ»· ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· «Πνεῦμα ἐνυπόστατον, ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δέ, καὶ (50) οὐκ ἐξ Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ, λόγου ἐξαγγελτικόν»· ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ «Πνεῦμα ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ εἶναι λέγεται, ὡς δι’ αὐτοῦ (55) φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν». Δῆλον γὰρ ὡς ἔνθα μεσιτείαν αἰτιώδη δηλοῖ ἡ διά καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται, πάντως ἰσοδυναμεῖ τότε τῇ ἐκ, καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν (60) χρῆσιν ἀντιλαμβάνει, ὡς τὸ Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ταὐτὸν τῷ ἐκ τοῦ Θεοῦ· καὶ ὁ ἀνὴρ διὰ γυναικός, τουτέστιν ἐκ γυναικός. Ἔνθα τοίνυν ἡ ἐκ ἀπηγόρευται, δῆλον ὅτι καὶ ἡ αἰτία ταύτῃ συναπηγόρευται. Λείπεται ἄρα τὸ (65) ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγμένης θεολογίας τρόπον, ὡς ἐκ Πατρὸς ἐκπορευόμενον δι’ Υἱοῦ φανεροῦσθαι ἢ γνωρίζεσθαι ἢ ἐκλάμπειν ἢ πεφηνέναι νοεῖσθαι. «Τοῦτο γάρ, φησὶν (70) ὁ μέγας Βασίλειος, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ ἐκ τοῦ Πατρὸς ὑφεστάναι». Τοῦτ’ ἄρα καὶ τὸ διὰ τοῦ Υἱοῦ βούλεται, τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι· (75) τοῦ Υἱοῦ βούλεται, τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι· (75) καὶ γὰρ οὐκ ἄλλη τις ἰδιότης ἀποδέδοται τοῦ Πνεύματος ἐνταῦθα πρὸς τὸν Υἱόν, ἢ τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι, καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ ὑφεστάναι. Εἰ τοίνυν τὸ ἴδιον ἀκριβῶς ἀντιστρέφειν ἀνάγκη πρὸς τὸ οὗ ἐστιν (80) ἴδιον, οὐκ ἄρα σχέσιν ἑτέραν πρὸς τὸν Υἱὸν ἔχει τὸ Πνεῦμα τὸ ἅγιον ἢ τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι, καθάπερ πρὸς τὸν Πατέρα, τὸ ἐξ αὐτοῦ ὑφεστάναι. Οὐκ ἄρα ἐκ τοῦ Υἱοῦ ὑφέστηκεν οὐδὲ τὸ εἶναι ἔχει τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ τί ἐκώλυε δι’ Υἱοῦ (85) ἐκπορεύεσθαι λέγειν τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ δι’ Υἱοῦ τὰ πάντα γεγενῆσθαι λέγεται; Ἀλλ’ ἐκεῖνο μὲν λέγεται, τῆς διά κειμένης ἀντὶ τῆς ἐκ· τοῦτο δὲ οὐδαμῶς, οὐδ’ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ Πατρός, ἀλλ’ ἐκ Πατρὸς δι’ (90) Υἱοῦ λέγεται. Τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ Υἱῷ δίδωσι· διὰ τοῦτο καὶ τὸ ἐξ Υἱοῦ καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπηγόρευται. (2) Τὰς δὲ τῶν δυτικῶν πατέρων καὶ διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τοῦ Πνεύματος τῷ Υἱῷ διδόασιν, οὔτε γνωρίζω (καὶ γὰρ οὐδὲ μετεβλήθησάν ποτε πρὸς τὴν ἡμετέραν γλῶτταν, οὐδ’ ὑπὸ τῶν οἰκουμενικῶν συνόδων ἐδοκιμάσθησαν), (5) οὔτε παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν ἄλλων καὶ διὰ τοῦ χθὲς καὶ πρώην προενεχθέντος παρ’ αὐτῶν βιβλίου τῆς οἰκουμενικῆς ἑβδόμης συνόδου τὸν ὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ συμβόλῳ (10) προσθήκης· ὅπερ ἀναγνωσθέν, ὁπόσην αὐτῶν αἰσχύνην κατέχεεν, ἴσασιν. οἱ τότε παρόντες. Ἀλλ’ οὐδ’ ἂν ἐναντία ταῖς οἰκουμενικαῖς συνόδοις καὶ τοῖς κοινοῖς αὐτῶν δόγμασιν, οὐδ’ ἂν ὅλως ἀσύμφωνα τοῖς ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ (15) Πατέρες ἐκεῖνοι, οὐδὲ αὐτοῖς ἀνακόλουθα, καθάπερ δι’ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδείκνυται. Διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἀθετῶ, καὶ συμφωνῶν τῷ ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦ Υἱοῦ (20) τὸ Πνεῦμα οὐ λέγω, κἂν ὁστισοῦν ἕτερος τοῦτο τὸ Πνεῦμα οὐ λέγω, κἂν ὁστισοῦν ἕτερος τοῦτο λέγειν δοκῇ, οὔτε λέγω τὸν Υἱὸν τοῦ Πνεύματος αἴτιον οὐδὲ προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ Τριάδι κἀντεῦθεν δύο αἴτιοι καὶ δύο ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσιῶδες ἐνταῦθα (25) τὸ αἴτιον, ἵνα κοινὸν καὶ ἓν τοῖς τρισὶ προσώποις ὑπάρχῃ, καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμῇ οὐδαμῶς οἱ Λατῖνοι φεύξονται, μέχρις ἂν τὸν Υἱὸν λέγωσιν ἀρχὴν τοῦ Πνεύματος· ἡ δὲ ἀρχὴ προσωπικὸν ὑπάρχει καὶ διακρῖνον τὰ (30) πρόσωπα. (3) Κατὰ πάντα τοίνυν ἑπόμενος ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἑπτὰ συνόδοις καὶ τοῖς ἐν αὐταῖς διαλάμψασι θεοσόφοις πατράσι, «Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· (5) καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων φῶς ἐκ φωτός· Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί· δι’ οὗ (10) τὰ πάντα ἐγένετο· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου (15) Πιλάτου καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασιλείας (20) οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν ἁγίαν καθολικὴν καὶ (25) ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος, ἀμήν». (4) Τοῦτο τὸ ἱερὸν τῆς πίστεως μάθημά τε καὶ σύμβολον, τὸ παρὰ μὲν τῆς πρώτης καὶ δευτέρας σύμβολον, τὸ παρὰ μὲν τῆς πρώτης καὶ δευτέρας τῶν συνόδων ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν κυρωθὲν καὶ βεβαιωθέν, ὅλῃ ψυχῇ δεχόμενος καὶ φυλάττων, ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς (5) εἰρημέναις ἑπτὰ συνόδοις καὶ τὴν μετ’ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς Βασιλείου βασιλέως Ῥωμαίων καὶ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου, τὴν καὶ οἰκουμενικὴν ὀγδόην ὀνομασθεῖσαν, ἣ καὶ τῶν τοποτηρητῶν παρόντων Ἰωάννου τοῦ (10) μακαρίου πάπα τῆς πρεσβυτέρας Ῥώμης Παύλου καὶ Εὐγενίου τῶν ἐπισκόπων καὶ Πέτρου πρεσβυτέρου καὶ καρδιναλίου, ἐκύρωσε μὲν καὶ ἀνεκήρυξε τὴν ἑβδόμην οἰκουμενικὴν σύνοδον καὶ ταῖς πρὸ αὐτῆς συντάττεσθαι διωρίσατο, ἀποκατέστησε (15) δὲ τῷ οἰκείῳ θρόνῳ τὸν ἁγιώτατον Φώτιον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθάπερ καὶ αἱ πρὸ αὐτῆς οἰκουμενικαὶ σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ ὑφαίρεσιν ἢ ὅλως ἐναλλαγὴν ἐπὶ τῷ προρρηθέντι συμβόλῳ. (20) «Εἴ τις γάρ», φησί, «παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι ἢ προσθεῖναι ἢ ὑφελεῖν, καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς πολιτείας ἀπόβλητος». Τὰ δ’ αὐτὰ καὶ ὁ πάπας (25) Ἰωάννης πρὸς τὸν ἁγιώτατον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ συμβόλῳ ταύτης προσθήκης. Αὕτη ἡ σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρισκομένους. (30) (5) Κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ αὐτῆς συνόδων τὸ ἱερὸν τῆς πίστεως σύμβολον ἀκίνητον δεῖν φυλάττεσθαι κρίνων, ὡς ἐξεδόθη, καὶ οὓς ἀποδέχονται συναποδεχόμενος, καὶ οὓς ἀποβάλλονται συναποβαλλόμενος. οὐδέποτε εἰς (5) κοινωνίαν προσδέξομαι τοὺς τολμήσαντας ἐν τῷ συμβόλῳ τὴν καινοτομίαν προσθεῖναι περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτομίᾳ· «ὁ γὰρ κοινωνῶν» φησί «τῷ ἀκοινωνήτῳ, καὶ αὐτὸς ἀκοινώνητος ἔστω». (10) Καὶ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος τὸ Εἴ τις εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα, «Οὐκ εἶπε», φησίν, «ἐὰν ἐναντία καταγγέλλωσιν ἢ τὸ πᾶν ἀνατρέπωσιν, ἀλλὰ κἂν μικρόν τι εὐαγγελίζωνται παρ’ ὃ παρελάβετε, (15) κἂν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν». Καὶ ὁ αὐτὸς αὖθις· «Οἰκονομητέον, ἔνθα μὴ παρανομητέον». Καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Ἀσκητικοῖς· «Φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανίας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, (20) ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει, καὶ πρὸ τούτου εἰρηκότος· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ (25) αὐτοῦ, ὅτι οὐκ οἴδασι τὴν φωνὴν τῶν ἀλλοτρίων»· καὶ ἐν τῇ πρὸς μονάζοντας ἐπιστολῇ· «Εἴ τινες τὴν ὑγιῆ πίστιν προσποιοῦνται ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ (30) ἀποστῶσι, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν». Καὶ πρὸ τούτων ὁ θεοφόρος Ἰγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον τὸν Σμύρνης ἐπιστολῇ· «Πᾶς ὁ λέγων» φησί «παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, (35) κἂν νηστεύη, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ προβάτων φθορὰν κατεργαζόμενος». Καὶ τί δεῖ πολλὰ λέγειν; Ἅπαντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι καὶ πᾶσαι (40) αἱ θεῖαι γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι. Τούτων οὖν ἐγὼ πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχήματι πεπλασμένης εἰρήνης ἑνωθῆναι κελεύουσι; τοῖς τὸ ἱερὸν καὶ θεῖον σύμβολον (45) κιβδηλεύσασι καὶ τὸν Υἱὸν ἐπεισάγουσι δεύτερον αἴτιον τοῦ ἁγίου Πνεύματος; Τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐῶ τό γε νῦν ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι. Μὴ πάθοιμι τοῦτό ποτε, Παράκλητε ἀγαθέ, μηδ’ οὕτως (50) ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι· τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦ τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦ ἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος, προστεθείην πρὸς τοὺς ἐμοὺς πατέρας, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερόμενος, τὴν (55) εὐσέβειαν.

d9popov
Member
Posts: 211
Joined: Fri 9 June 2017 8:29 pm

Re: ΔΟΓΜΑ ΚΑΙ ΑΝΑΘΕΜΑΤΑ

Post by d9popov »

ΠΑΤΡΙΑΡΧΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ, ΕΚΘΕΣΙΣ ΤΟΥ ΤΟΜΟΥ ΤΗΣ ΠΙΣΤΕΩΣ (1285)

ΕΚΘΕΣΙΣ ΤΟΥ ΤΟΜΟΥ ΤΗΣ ΠΙΣΤΕΩΣ ΚΑΤΑ ΤΟΥ ΒΕΚΚΟΥ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ, ΟΥΤΙΝΟΣ ΕΠΕΛΑΒΟΝΤΟ ΤΙΝΕΣ, ΚΑΙ ΓΕΓΟΝΕ ΠΡΟΣ ΕΚΕΙΝΟΥΣ Η ΑΠΑΝΤΗΣΙΣ ΙΣΧΥΡΑ (PG 142:233-246).

(233) Ἔσχε μὲν ἡ ἐπισυμβᾶσα πρὸ μικροῦ ταραχή τε καὶ ζάλη τῇ Ἐκκλησίᾳ πατέρα οἷον καὶ ἀρχηγὸν αὐτὸν ἐκεῖνον τὸν ἀντικείμενον φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἀεὶ βαλλόμενον, καὶ τὰ ταύτην ἀπείργοντα ζητεῖν τε πραγματεύεσθαι οὐδέποτε (5) ἀφιστάμενον. Οὐ μὴν δὲ ἀλλὰ καὶ ἀνθρώπους ἔσχεν εἰ καὶ μὴ ἀρχηγοὺς τὰ πρῶτά τ’ αἰτίας ἔχοντας, ὑπηρέτας δ’ οὖν ὅμως καὶ ὄργανα τοσαῦτα ἐκ προαιρέσεως εἰς αὐτὴν τελέσαντας, ὁπόσα δὴ κἀκεῖνος ἐβούλετο. Εἰρήνη μὲν οὖν τὸ κατ’ ἀρχὰς καὶ οἰκονομία (10) τις ἀκίνδυνος καὶ ἐπὶ συμφέροντι δῆθεν τῷ ἡμετέρῳ οὐκ οὖσα τοιαύτη ταῖς ἀληθείαις, ἐπιφημίζεται σκοπὸς τῇ πράξει. Καὶ προτείνεται τοῦτο καθάπερ τι δέλεαρ ἀνθρώπων ἐφέλκον πρὸς τὸ κρυπτόμενον. Προτείνεται δὲ μεθ’ ὑποσχέσεων καὶ (15) ἀρῶν τῶν φρικωδεστάτων, καὶ λόγων ἐνόρκων τοῦ μὴ ἂν αὐτοῖς ἄλλο τι βούλεσθαι τὴν διάνοιαν, ἢ ὕπερ αὐτὰ ταῦτα μετὰ τοῦ ἀζημίου καὶ ἀκινδύνου εἴτουν ἀναμαρτήτου δηλοῖ. Εἶτα βραχὺς ὁ μετὰ ταῦτα χρόνος, καὶ ἀραὶ μὲν ἐκεῖναι καὶ ὅρκοι ὡσπερεὶ ἐπὶ (20) παντὶ μᾶλλον ἑτέρῳ δὴ τῷ δὲ συνέστησεν ἀμελοῦνται. Καταδύεται δὲ οἷον εἰς γῆν τὸ τῆς εἰρήνης καὶ οἰκονομίας ὄνομα, καὶ τῆς τέως αὐτοῖς ἐκείνης δοκούσης κρείττονος πραγματείας· ἀνακύπτει δὲ τὰ τῆς κακουργίας ῥήματά τε καὶ πράγματα· καὶ (25) τολμᾷ τις ἐν ἡμῖν λέγειν, ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὸ (234) Πνεῦμα ἐκπορεύεται, ὥσπερ ἀμέλει καὶ ἐκ τοῦ Πατρός· ὅτι καὶ ὁ Μονογενὴς αἴτιος αὐτοῦ, καθὰ δὴ καὶ ὁ τὸν Μονογενῆ γεννήσας Πατήρ. Κἀντεῦθεν ἀρχὴν ἡ ταραχὴ λαμβάνει, καὶ ὁ μέγας λοιπὸν κατὰ τῆς Ἐκκλησίας ἀναῤῥιπίζεται πόλεμος. Ὅτι μὲν (5) οὖν τὸ προσφάτως διαταράξαν ἡμᾶς ἔκφυλον τουτὶ δόγμα οὐ πρόσφατόν ἐστι τὴν γένεσιν, καὶ παρ’ ἄλλοις ταύτην ἐσχηκὸς, οὐχ ἡμῖν, πάντες τε ἴσασι σχεδὸν, καὶ ἀναδιδάσκειν οὐ χρή· πλὴν μετενήνεκται δεῦρο οἷά τις ὑπερόριος λύμη, καὶ ἤκμασε (10) χρόνον ἐφ’ ἱκανόν. Ἰσχὺν δὲ αὐτῷ ἐνακμάζειν τοχρόνον ἐφ’ ἱκανόν. Ἰσχὺν δὲ αὐτῷ ἐνακμάζειν τοσοῦτον Ἰωάννης παρέσχεν ὁ Βέκκος ὑποδοχεὺς αὐτῷ καὶ οἷον ἄρουρά τις οὐκ ἀφυὴς ἐκθρέψαι γενόμενος, ἀρδόμενος, ὡς μὲν ἐγὼ φαίην, ἐκ τοῦ πονηροῦ καὶ τῶν τῆς ἀνομίας χειμάῤῥων, ὡς δὲ ἐκεῖνος ψευδόμενος (15) ἔλεγεν, ἐκ τῶν Βίβλων τῶν ἱερῶν, κακούργως ἀνελίττων αὐτὰς, καὶ σπερμολόγων ἐκεῖθεν καὶ ἱεροσυλῶν, καὶ τὸν νοῦν ἅμα μὲν τῆς Γραφῆς κλέπτων, ἅμα δὲ καὶ τῶν ἐπιπολαίως ἀκροωμένων αὐτοῦ, ἢ καὶ πρὸς τοὺς ἐκείνου χρυσοῦς ἀφορώντων. (20) Πλὴν ὄγδοον μὲν τῷ κακῷ τῷδε ἰσχύοντι καὶ ἐμπολιτευσαμένῳ τοῖς ὧδε σχεδὸν ἠνύετο ἔτος. Τοσοῦτον δὲ κἀκεῖνος τὴν εἰς τὸν πατριαρχικὸν θρόνον ἆθλον τῆς οὐ καλῆς ἐπικαρπίας εἶχεν ἐνίδρυσιν, καὶ τῇ Ἐκκλησίᾳ παρ’ ὅλον τοῦτον τὸν χρόνον Θεοῦ (25) συγχωροῦντος δι’ ἁμαρτιῶν πάντως πλῆθος, ᾧ δὴ (235) μόνῳ τὸν ἀπαθῆ παροργίζομεν ἀθλίως ἔχειν ὑπῆρχε καὶ καρτερεῖν τὰ δεινότατα. Τὸ δὲ μετὰ ταῦτα παρακαλεῖται Θεὸς ἐφ’ ἡμῖν τοῖς δούλοις αὐτοῦ, καὶ ἵλεων ἐνορᾷ, καὶ ἀνίστησι βασιλέα, τούτῳ δὴ μόνῳ δοκοῦντα ζῇν, ὥστε πράττειν τὰ δοκοῦντα Θεῷ, καὶ (5) τὴν Ἐκκλησίαν, ὥσπερ πάλαι τὴν πεπτωκυῖαν καὶ κατεσκαμμένην σκηνὴν Δαβὶδ, ἀνίστησι δι’ αὐτοῦ. Καὶ γίνεται μὲν ἐκ τοῦ μέσου ὁ τὴν πονηρίαν καὶ τὰ ζιζάνια ὑποδεξάμενος καὶ αὐξήσας ἄνθρωπος, παῤῥησίαν δὲ τὸ γνήσιον τοῦ Πνεύματος λαμβάνει (10) δόγμα, καὶ ἄδεια τοῦ λοιποῦ τοῖς ὄντως μετατιθέναι τὴν θεοφιλῆ πολιτείαν ἐθέλουσιν ἐπὶ τῷ τῆς πίστεως οἰκοδομεῖν θεμελίῳ. Ἀλλὰ γὰρ καλὸν καὶ σωτήριον, καὶ κρείττονος ἔργον οἰκονομίας φροντίσαι καὶ τῆς ἑξῆς ἀσφαλείας τῇ Ἐκκλησίᾳ, καὶ τὸ ἀκλόνητον (15) αὐτῇ πᾶσι τρόποις περιποιήσασθαι, ἵν’ εἴ τις αὐτὴν καὶ αὖθις θεοστυγὴς ἄνθρωπος διασαλεύειν ἐπιχειροίη, μάταιος ἀπελέγχηται, τῷ στεῤῥῷ λόγῳ τῆς ἡμῶν εὐσεβείας ἀποκρουόμενος. Γένοιτο δ’ ἂν ἱκανῶς τοῦτο, εἰ δύο ταῦτα ἐπέλθῃ πράττειν ἡμῖν, (20) τό θ’ ἡμέτερον καὶ ὀρθόδοξον δηλονότι διατρανῶσαι δόγμα, καὶ οἱονεὶ ἐφ’ ὑψηλῆς καθάπερ τινὰ εὐσεβείας ἐνιδρύσαι στήλην, ὡς εἴη πᾶσι κατάδηλον, πόῤῥωθεν ὀρώμενον, καὶ εἰς ἑαυτὸ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐπιστρέφον, καὶ δεύτερον τὸ πονηρὸν καὶ (25) ὀλέθριον, εἴτουν ἀλλότριον, γνώριμον καταστῆσαι, ὅπως ἐμφανὲς καὶ τοῦτο γενόμενον ἀποστρεφομένους αὐτὸ τοὺς πάντας τό γε ἐξ ἡμῶν ἔχῃ καὶ βδελυττομένους καὶ τὸν ἐξ αὐτοῦ σπουδῇ διαφεύγοντας κίνδυνον. (30)

Ἡμεῖς τοίνυν οὕτω γλώττῃ ὁμολογοῦμεν ὡς καὶ τῇ καρδίᾳ πιστεύομεν. Πιστεύομεν δὲ ὡς ἄνωθεν καὶ ἐκ Πατέρων ἐδιδάχθημεν. Ἐδιδάχθημεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων, (35) ἄναρχον μὲν καὶ ἀγέννητον καὶ ἀναίτιον, ἀρχὴν δὲ φυσικὴν καὶ αἰτίαν Υἱοῦ καὶ Πνεύματος. Πιστεύομεν καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν ἀχρόνως καὶ ἀῤῥεύστως ἐξ αὐτοῦ ὁμοούσιον αὐτῷ γεννηθέντα, δι’ οὗ τὰ πάντα ἐγένετο. Πιστεύομεν καὶ εἰς (40) τὸ πανάγιον Πνεῦμα, τὸ ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ συμπροσκυνούμενον Πατρὶ καὶ Υἱῷ, ὡς συναΐδιον καὶ σύνθρονον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον, καὶ τῆς κτίσεως συνδημιουργόν. Πιστεύομεν τὸν ἕνα ταύτης τῆς ὑπερουσίου καὶ ζωαρχικῆς (45) Τριάδος, τὸν μονογενῆ Λόγον κατελθόντα ἐκ τῶν οὐρανῶν δι’ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπῆσαι, τουτέστιν τέλειον ἄνθρωπον γενέσθαι μένοντα Θεὸν, (50) καὶ μηδὲν μεταβαλόντα τῆς θείας οὐσίας διὰ τὴν πρὸς σάρκα κοινωνίαν, ἢ ἀλλοιώσαντα, ἀλλ’ ἄνευ τροπῆς προσειληφότα τὸν ἄνθρωπον. Ἐν αὐτῷ τε πάθος καὶ σταυρὸν ὑπομεῖναι τὸν παντὸς πάθους κατὰ τὴν θείαν φύσιν ἐλεύθερον, καὶ ἀναστῆναι τῇ (55) τρίτῃ ἡμέρᾳ ἐκ τῶν νεκρῶν, καὶ εἰς οὐρανοὺς ἀνεληλυθότα, ἐκ δεξιῶν καθίσαι τοῦ Θεοῦ καὶ Πατρός. Πιστεύομεν κατὰ τὰς περὶ Θεοῦ καὶ τῶν θείων παραδόσεις τε καὶ εἰσηγήσεις, τῆς μιᾶς καθολικῆς καὶ (236) ἀποστολικῆς Ἐκκλησίας. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἔτι δὲ τοῦ ἐνανθρωπήσαντος Λόγου μίαν ὑπόστασιν ὁμολογοῦντες, καὶ ἕνα πιστεύοντες τὸν αὐτὸν καὶ κηρύττοντες (5) Χριστὸν ἐν δυσὶν οἴδαμεν μετὰ τὴν ἐνανθρώπησιν ταῖς φύσεσι, τὰ ἐξ ὧν καὶ ἐν οἷς καὶ ἃ πέφυκε σώζοντα. Ἀκολούθως δὲ καὶ δύο ἐνεργείας αὐτοῦ Χριστοῦ καὶ δύο πρεσβεύομεν θελήματα, ἑκάστης τῶν φύσεων τὸ ἴδιον θέλημα καὶ τὴν οἰκείαν σωζούσης ἐνέργειαν. (10) Προσκυνηταὶ ἐσμὲν σχετικῶς, καὶ οὐ λατρευτικῶς, καὶ τῶν θείων καὶ σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ καὶ τῆς πανάγνου Θεομήτορος, καὶ πάντων τῶν ἁγίων, ἐπὶ τὰ πρωτότυπα τὴν πρὸς ταύτας διαβιβάζοντες τιμήν. Τοὺς δὲ ἄλλως ἢ οὕτω φρονοῦντας ὡς ἀλλοτριόφρονας (15) ἀποβαλλόμεθα. Ἀποβαλλόμεθα δὲ καὶ τὴν πρὸ μικροῦ γεγονυῖαν εἰρήνην, ὡς τὴν πρὸς Θεὸν ἡμῖν προξενήσασαν ἔχθραν. Ἐπειδήπερ ὡς ἐν πλάσματι οἰκονομίας τὴν Ἐκκλησίαν κατέτεμε καὶ ἐλυμήνατο, πείθουσα αὐτὴν διὰ τῆς ἀβελτηρία; καὶ (20) φρενῶν παρατροπῆς τῶν τὴν ἰδίαν, ἀλλ’ οὐ τὴν τοῦ Θεοῦ στῆσαι δόξαν ζητούντων ἀποκλῖναι μὲν τῆς ὀρθοδοξίας καὶ τῆς ὑγιοῦς τῶν Πατέρων διδασκαλίας, εἰς κακοδοξίας δὲ καὶ βλασφημίας ἀπολισθῆσαι κρημνόν. Ἀθετοῦμεν τὰς ἐπικινδύνους περὶ (25) τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως λαληθείσας αὐτοῖς φωνάς. Τὸ γὰρ πανάγιον Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι παρ’ αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου μαθόντες, ἐκ τοῦ Πατρὸς καὶ τὴν ὕπαρξιν ἔχειν ὁμολογοῦμεν, καὶ αὐτὸν τοῦ εἶναι οὐσιωδῶς αὐχεῖν (30) αἴτιον, ὥσπερ δῆτα καὶ αὐτὸς ὁ Υἱός. Τὸν δὲ Υἱὸν ἐκ Πατρὸς μὲν οἴδαμεν καὶ πιστεύομεν, καὶ αἴτιον ἑαυτοῦ καὶ ἀρχὴν φυσικὴν τὸν Πατέρα πλουτεῖν, ὁμοούσιον δὲ καὶ συμφυὲς τὸ ἐκ Πατρὸς ἔχειν Πνεῦμα. Οὐ μὴν δὴ καὶ αἴτιον αὐτὸν τοῦ Πνεύματος (35) ὑπάρχειν ἢ μόνον ἢ μετὰ τοῦ Πατρός. Ὅτι μηδὲ ὕπαρξις τῷ παναγίῳ Πνεύματι διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ, καθὰ δὴ καὶ ἐνόησαν καὶ ἐδογμάτισαν οἱ εἰς ἀπώλειαν ἑαυτοὺς καὶ Θεοῦ μακρυσμὸν ἐκβιάζοντες. Οὓς δὴ καὶ ὡς οὐ περὶ τὴν ὑγιῆ πίστιν ὀρθοδοξοῦντας, (40) ἀλλ’ ἀριδήλως βλασφημοῦντας, καὶ διεστραμμένα καὶ φρονοῦντας καὶ λέγοντας ἀποστρεφόμεθα, καὶ τῆς ἡμῶν ἀποκόπτομεν κοινωνίας, τὸ δεινοτάτης καὶ μέχρις αὐτῆς ἀφόρητον ἀκοῆς διαπεπραγμένους. Τοῦ γὰρ ἡμετέρου γένους καὶ δόγματος (45) ἄνωθεν ὄντες, καὶ εἰς τήνδε τὴν Ἐκκλησίαν τελοῦντες, ὅμως ἐπανέστησαν κατ’ αὐτῆς, καὶ ἠθέτησαν τὴν καὶ ὠδινήσασαν αὐτοὺς πνευματικῶς καὶ ἐκθρέψασαν, καὶ κίνδυνον αὐτῇ τὸν ἔσχατον περιέστησαν, τέκνα μωμητὰ φανέντες, υἱοὶ ἀλλότριοι (50) χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν· γενεὰ πονηρὰ καὶ διεστραμμένη, οὐ καλὰ Κυρίῳ τῷ Θεῷ, οὐδέ γε τῇ μητρὶ Ἐκκλησίᾳ ἀποδόντες ἀνταποδόματα. Δέον γὰρ πάντα κίνδυνον ὑπὲρ αὐτῆς καὶ τῶν αὐτῆς ὑπομένειν δογμάτων, καὶ μηδὲ αὐτὸν ἀπαναίνεσθαι (55) θάνατον. Οἱ δὲ καὶ χεῖρον ἢ ἄνθρωποι φύσει πολέμιοι διετέθησαν πρὸς αὐτὴν, μελαγχολίαν νοσήσαντες ἄντικρυς, καὶ τὴν τῶν πολεμίων καὶ φίλων καθάπαξ ἀποβεβληκότες διάγνωσιν. Ὧν, ὡς εἴρηται, τὰ (237) πρῶτα Ἰωάννης ἔσχεν ὁ Βέκκος, ὃς, ἐπειδὴ τὴν ἑαυτοῦ Ἐκκλησίαν Χριστὸς ἐπεσκέψατο, καὶ τὴν ἐναντίαν αὐτῷ τε τούτῳ καὶ τῷ πονηρῷ ἐκινήθη συντάγματι, καὶ καθαρῶς εἰς ἀνάῤῥουν ἐχώρησεν, ἐξ οὗ καὶ τῆς ἑαυτοῦ γλωσσαλγίας τὰς ἀξίας ἔμελλεν (5) εἰσπράττεσθαι δίκας, δόξας ἐσχηκέναι μετάμελον ἐφ’ οἷς λυττήσας κατὰ τῆς Ἐκκλησίας ἐνεανιεύσατο, λίβελλον συνθέμενος εὐσεβῆ, καὶ τοῦτον τῇ εὐθυνούσῃ τὰ κατ’ αὐτὸν ἐγχειρίσας συνόδῳ, οὐκ ἔφθη φιλανθρωπίας γευσάμενος, καὶ τῆς καταδίκης ἐκτὸς (10) γευσάμενος, καὶ ἐπὶ τὸν ἴδιον αὖθις τῆς βλασφημίας ἔμετον ἐπιστρέφει. Αὕτη ἡ τοῦ Βέκκου μετάνοια καὶ ἀποβολὴ τῶν βλασφήμων αὐτοῦ δογμάτων κἂν πάλιν μετὰ μικρὸν παλίμβολος ὢν πρὸς αὐτὰ, καὶ ὥσπερ κύων ἐπὶ τὸν ἴδιον ἐπέστρεψεν ἔμετον.

Ἀλλ’ ἐκθετέον καὶ αὐτὸν ἐκεῖνον τὸν λίβελλον, ἵνα πάντες ἀκούσαντες δοκιμάσωσιν εἰ μὴ δικαίως ἐκεῖνος καταδεδίκασται. Εἶχε τοίνυν ἐπ’ αὐτῆς τῆς (15) λέξεως οὑτωσί· «Ἐπείπερ ἐπὶ τῇ προβάσῃ ἐπισφαλῶς οἰκονομίᾳ τῆς δῆθεν ἐκκλησιαστικῆς εἰρήνης, ὥστε συναπαγαγεῖν με πάντας εἰς τὴν τοιαύτην εἰρήνην, συνέβη λαλῆσαί με καὶ γράψαι περὶ δογμάτων ἐκκλησιαστικῶν, ἐν οἷς εὑρέθησαν καί (20) τινα ῥηθέντα παρ’ ἐμοῦ ἀπᾴδοντα τοῖς ἱεροῖς καὶ θείοις δόγμασι, καὶ ἐπισφαλῶς ἔχοντα, ἅπερ οὕτως ἔχοντα καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος ἐφωράσατο· ἤγουν τὸ λέγειν με ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αἴτιον ἔχει τῆς ἑαυτοῦ ὑπάρξεως τὸν Πατέρα καὶ τὸν Υἱόν· (25) καὶ εἰς τοῦτο φέρει καὶ συμφωνεῖ καὶ ἡ λέξις ἡ λέγουσα τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, ὅθεν καὶ δύο ἀναφαίνεται τοῦ Πνεύματος αἴτια, καὶ ἡ προσεχὴς, καὶ ἡ πόῤῥωθεν ἀρχὴ ἐντεῦθεν ὑπονοεῖται· καὶ τοσοῦτόν ἐστι καὶ ὁ Υἱὸς αἴτιος (30) τῆς ὑπάρξεως τοῦ Πνεύματος, ὅσον ἥκει εἰς τὴν διά· ταῦτα πάντα ἐπεὶ ἐν τοῖς ἐμαυτοῦ συγγράμμασι καὶ λόγοις ἐμφερόμενα εὕρηνται, ἐμοῦ ταῦτα καὶ οὐκ ἄλλου φρονήσαντος καὶ γράψαντος. Καὶ πρὸς τούτοις καὶ τὸ λέγειν αἴτιον ἓν τοῦ Πνεύματος (35) τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἐξ ὧν ὡς ἀπὸ μιᾶς ἀρχῆς καὶ πηγῆς ἔχει τὸ εἶναι. Ταῦτα πάντα, καὶ εἴ τι ἕτερον εἰς τὴν τοιαύτην ἀτοπίαν φέρει τοῦ δόγματος, ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν φοβερῶν ἀγγέλων αὐτοῦ, ἔτι δὲ καὶ ἐνώπιον τῆς θείας καὶ ἱερᾶς συνόδου ἐκ (40) ψυχῆς μέσης, χωρίς τινος δολιότητος, καὶ τοῦ ἄλλα μὲν κρύπτειν, ἄλλα δὲ λέγειν ἀποτρέπομαι, καὶ ἀθετῶ, καὶ ἀποβάλλομαι, ὡς εἰς ἔσχατον ψυχῆς ὄλεθρον φέροντα. Ὁμολογῶ δὲ καρδίᾳ καὶ στόματι, καὶ φρονῶ καθὼς ἄνωθεν ὁμολογεῖ ἡ ἁγία καὶ καθολικὴ (45) Ἐκκλησία, τὴν ἁγίαν Τριάδα. τὸν ἕνα Θεὸν, οὕτως· ὅτι ὁ Πατὴρ οὔτε ἐξ ἑτέρου, οὔτε ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχει, ἀλλ’ ἄναρχός ἐστι καὶ ἀναίτιος. Ὁ δὲ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐκ Πατρὸς τὴν ὕπαρξιν γεννητῶς καὶ αἴτιον ἔχει τὸν Πατέρα. Τὸ δὲ Πνεῦμα τὸ (50) ἅγιον ὁμολογῶ καὶ πιστεύω, ὅτι ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς τὴν ὕπαρξιν ἔχει ἐκπορευτῶς. Καὶ ὁ Πατὴρ κατὰ τὰς ἱερὰς τῶν διδασκάλων φωνὰς αἴτιός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· τῆς «διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι,» φωνῆς μηδ’ ὅλως εἰσαγούσης τὸν (55) Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος, ἢ καθ’ ἑαυτὸν, ἢ μετὰ τοῦ Πατρὸς, ὡς εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα (238) κατὰ τὴν ἐπισφαλῆ τινων καὶ ἀλλοκότων ὑπόληψιν ἂν αἴτιον καὶ μίαν ἀρχὴν τοῦ Πνεύματος. Ταῦτα μὲν οὕτω φρονῶ, καὶ εὔχομαι μέχρι καὶ τελευταίας ἀναπνοῆς οὕτω με φρονοῦντα εὑρίσκεσθαι, καὶ ἐν πᾶσι δόγμασιν ὁμοφρονεῖν τῇ ἁγίᾳ τοῦ Θεοῦ (5) καθολικῇ Ἐκκλησίᾳ, κατὰ τὴν ἀναγεγραμμένην ὁμολογίαν. Πάντας δὲ τοὺς μὴ οὕτω φρονοῦντας, ἢ καὶ εἰς τὸ μέλλον φρονήσοντας, ἀκοινωνήτους ἔχω καὶ ἀποβλήτους, καὶ πόῤῥω τῆς τῶν Χριστιανῶν ὀρθοδόξου πίστεως. Οὖτός ἐστιν ὁ τῆς ἐμῆς ὁμολογίας (10) καὶ πίστεως λίβελλος, δι’ οὗ καὶ πᾶσιν ἀνομολογῶ καὶ διαμαρτύρομαι καὶ τρανῶς παριστάνω, ὅπως ἔχω τῆς πρὸς τὸν Θεὸν εὐσεβείας, καὶ ὅπως ὁλοσχερῶς ἐξέχομαι τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν καὶ πατρικῶν δογμάτων καὶ διδαγμάτων. (15) Ἐπεὶ δὲ ἕνεκεν τῆς τόλμης ἧς ἐπισφαλῶς κατετόλμησα εἴς τινα τῶν εἰρημένων θείων δογμάτων κατεδικάσθην καθαίρεσιν τῆς ἀρχιερωσύνης παρὰ τοῦ ἁγιωτάτου δεσπότου καὶ οἰκουμενικοῦ πατριάρχου, καὶ τῆς περὶ αὐτὸν θείας καὶ ἱερᾶς συνόδου, ἐν ᾗ (20) ἐπιδημεῖ καὶ ὁ ἁγιώτατος πάππας Ἀλεξανδρείας καὶ πατριάρχης, δέχομαι καὶ τὴν τοιαύτην καθαίρεσιν, ὡς ἐνθέσμως καὶ κανονικῶς γεγονυῖαν, καὶ στέρξω τὴν τοιαύτην ψῆφον, ὡς δικαίαν καὶ ἔννομον, μηδέποτε πειρασόμενος ἱερωσύνην ἀνακαλέσασθαι.» (25)

Ταῦτα ἐκεῖνος ἐκθέμενος, καὶ οἰκείᾳ χειρὶ γράψας καὶ ὑπογράψας, ὡς ἄνεσιν ἔλαβεν ἀπὸ τοῦ δικαστηρίου, καθάπαξ ἠθέτησε. Καὶ πάλιν βιβλία συντάττει, καὶ πάλιν βλασφημίαι, καὶ πάλιν δόγματα (30) νόθα, καὶ λόγων ἄλλων παρεισαγωγαὶ, οὓς οὐκ ᾔδεσαν οἱ Πατέρες ἡμῶν. Φιλονεικήσας γὰρ ἑαυτὸν τῶν ταύτης τῆς κακίας ἐγκλημάτων ἀνώτερον ἀποδεῖξαι, καὶ δέον τοῦτο μόνῃ μετανοίᾳ καὶ ἀθετήσει ὧν κακῶς συνέθετο πρᾶξαι, ὁ δὲ τὴν ὁδὸν (35) ἀγνοήσας ἐκτρέπεται τοῦ εὐθέος, καὶ τοσοῦτον μᾶλλον ἢ πρότερον εἰς ἀδόκιμον ἐκπίπτει νοῦν· ὡς εἰκάζειν μὲν αὐτοῦ πρὸς μικρὸν τῆς πλάνης ἀποχωρῆσαι πνεῦμα, ἐπιδραμεῖν δὲ αὖθις αὐτῷ μετὰ πλείονος τῆς παρασκευῆς, οὐχ ἑπτὰ μόνον συμπαρειληφὸς, (40) ἀλλ’ ὅλον λεγεῶνα πνευμάτων, καὶ πᾶσαν αὐτοῦ τὴν τῆς ψυχῆς χώραν καὶ κατασχεῖν καὶ πληρῶσαι. Οὗ δὴ χάριν καὶ αὖθις μετακαλεῖται, καὶ λόγους τῆς καλῆς ταύτης μεταβολῆς ἀπαιτεῖται. Μετακαλεῖ δὲ αὐτόν τις ἕτερος ἢ ὁ ζηλῶν Θεῷ παντοκράτορι βασιλεὺς, (45) ὁ καὶ πρὸς τὴν τῆς Ἐκκλησίας καὶ εὐσεβείας ἀνοικοδομὴν, ὅσα καὶ χεὶρ αὐτῷ τῷ Ὑψίστῳ γενόμενος, ὃν καὶ Μωσῆν νέον ἐγὼ καλοίην ἡδέως καὶ Θεοῦ θεράποντα κατ’ ἐξαίρετον, Αἰγύπτου καὶ δουλείας, οὐ κατὰ τὴν παλαιὰν ἐκείνην αἰσθητὴν, (50) ἀλλά τινος μακρῷ χαλεπωτέρας τὸν καθ’ ἡμᾶς Ἰσραὴλ ἐξαιρούμενον, πλὴν τὸν μὲν βασιλέα τῆς ὑπηρεσίας ἕνεκεν ταύτης χεῖρες μὲν ἔχουσιν ἐν ἑαυταῖς ἐζωγραφημένον αἱ τοῦ Θεοῦ, βίβλοι δ’ ἐκείνου φέρουσι γεγραμμένον. Καὶ ἡμᾶς οὐ δεῖ πολλὰ γράφειν (55) περὶ αὐτοῦ. Ὁ δέ γε Βέκκος παρά τε τῆς ἱερᾶς συνόδου λόγους ἀπαιτούμενος, ὅτι χάριν ἐπαινετῆς (239) μεταμελείας ἁψάμενος, καὶ τὴν χεῖρα εὐαγγελικῶς εἰπεῖν ἐπ’ ἄροτρον βαλὼν, καὶ τῇ Ἐκκλησίᾳ συνθέμενος ἕπεσθαι, ἐστράφη πάλιν εἰς τὰ ὀπίσω καὶ εἰς τὴν τῶν οὐρανῶν οὐκ εὔθετος γέγονε βασιλείαν, τὸ βλάσφημον τοῦ ὀρθοῦ προτιμήσας, τοσοῦτον οὐκ (5) ἐφθέγξατο ἐπιεικὲς, καὶ οἷον ἂν αὐτὸν τοῦ μὴ κακὸν φανῆναι συνέστειλεν, ὥστε καὶ τηνικαῦτα μᾶλλον γέγονε δῆλος, ὅτι σφοδρῶς ἐνέχεται τῇ κακοδοξίᾳ, ὅτι καὶ αὐτὸν αὐτῆς ἀποστῆναι πείθειν οὐδεὶς λόγος δονήσεται. Ὅθεν καὶ ὁ τῶν εὐσεβῶν ἅπας (10) σύλλογος ζήλῳ δικαίῳ χρησάμενοι κατ’ αὐτοῦ τε καὶ τῶν οἷος αὐτὸς τὴν γνώμην ἐστὶν, ὧδε καὶ οἱ πάλαι λευῖται κατὰ τῶν οἰκείων ἀδελφῶν υἱῶν Ἰσραὴλ τῶν ἀθετησάντων ἐχρήσαντο, τὴν ἀπόφασιν ἀποφαινόμεθα. (15)

αʹ. Ἰωάννῃ τῷ Βέκκῳ καὶ τοῖς ἐξακολουθοῦσιν αὐτῷ, Κωνσταντίνῳ δή φημι τῷ Μελιτινιώτῃ καὶ Γεωργίῳ τῷ Μετοχίτῃ, ὅτι ἐξ ἡμῶν γεγόνασι, καὶ τοῖς ἡμετέροις ἐνετράφησαν ἔθεσί τε καὶ δόγμασι, καὶ οὐκ ἐνέμειναν τούτοις, ἐγγενέσιν οὖσι καὶ πατρίοις (20) αὐτῶν, καὶ διὰ παντὸς βεβαιωθεῖσι τοῦ χρόνου, ἐξ οὗ Χριστὸς ἤρξατο καταγγέλλεσθαι καὶ ἐς δεῦρο. ἀλλὰ τούτων, καθ’ ὧν οὔτε ᾅδου πύλαι ἴσχυσαν, οὔτε μὴν ἰσχύσουσιν, ὑπερεῖδον, οὐκ οἶδ’ ὅ τι καὶ καταγνῶναι ἢ μὴ ἐπαινεῖν αὐτῶν ἔχοντες, (25) δόξαν δὲ ἀντεισήγαγον ἄγνωστον παντάπασι τοῖς Πατράσιν αὐτῶν μήτε τὸ ἀπὸ χρόνου τῶν κειμένων αἰδεσθέντες πρεσβεῖον, μήτε μὴν τοὺς τούτων ἐκφάντορας, οἳ καὶ τὰ τοῦ Πνεύματος οὐκ ἄλλως ἐλάλουν ἢ πλήρεις γεγονότες τοῦ Πνεύματος. Τούτοις (30) οὖν ὅτι, διαφθαρέντες τοσοῦτον, ἔκτοπα καὶ πόῤῥω τῶν παραδεδομένων ἐπὶ λύμῃ καὶ καταστροφῇ τῆς Ἐκκλησίας ἐφρόνησαν· εἶτα τῆς μανίας ταύτης χρόνον δή τινα μετεβάλοντο, ἑαυτοὺς ἐπαράτους ἔσεσθαι λόγοις καὶ γράμμασιν ἐπὶ μυρίας καὶ ὄψεως (35) καὶ ἀκοῆς ἀποφηνάμενοι, εἰ μὴ ὁλοσχερῶς εὑρίσκοιντο τοῦ λοιποῦ τὰ πάτρια στέργοντες, καὶ εἰς οὐδὲν ἀλλότριον τῆς Ἐκκλησίας ἐξελκόμενοι φρονήσεως, καὶ οὐδὲ τοῖς ἑαυτῶν ἐπὶ ταύτῃ τῇ μετανοίᾳ χειρογράφοις ἐνέμειναν, ἀλλὰ μετενόησαν, ἔτι (40) δὴ καὶ μετέγνωσαν, καὶ πάλιν εἰς τὴν προτέραν ἀποστασίαν ἐξέκλιναν, ὥσπερ φύσεως ἀποστάτιδος λαχόντες, καὶ πρὸς τοὺς ὅρους τοὺς πατρικοὺς ἀσυνθέτου· τούτοις ἀποστραφεῖσιν ἀποστροφὴν πονηρὰν καὶ τὸν ἀπὸ τῆς ἰδίας Ἐκκλησίας μακρυσμὸν ἀγαπήσασιν, (45) ἣν αὐτοὶ ἑαυτοῖς εἰς τοῦτό ποτε τολμήσουσιν, ἀποτέμνοντες αὐτοὺς οὕτως ἔχοντας τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

βʹ. Τῷ αὐτῷ σὺν τοῖς μετ’ αὐτοῦ τοσοῦτον πρὸς (50) τὴν ἀποστολικὴν ἀποθρασυνομένοις ὁμολογίαν, ὥστε παρεμβάλλειν ἐν αὐτῇ, ἃ μήθ’ οἱ διδάσκαλοι τῆς Ἐκκλησίας παρέδωκαν, μήθ’ ἡμεῖς παρ’ αὐτῶν παρελάβομεν τὴν προαναγεγραμμένην ψῆφον καὶ καταδίκην ἐπάγοντες ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων (55) ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

γʹ. Τοῖς αὐτοῖς λέγουσι μὲν ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ, καὶ μὴ ἄλλως (240) αὐτὸν αἴτιον εἶναι νοοῦσι τοῦ Πνεύματος ὑποστάσεως εἰ μὴ διὰ τοῦ Υἱοῦ τὴν ὕπαρξιν καὶ τῷ εἶναι παρέχει τῷ Πνεύματι, ἐξ οὗ καὶ συναίτιος κατ’ αὐτοὺς ὁ Υἱὸς συνάγεται τῷ Πατρὶ, καὶ εἰς τὸ εἶναι τοῦ Πνεύματος αὐτῷ συμβαλλόμενος, πίστιν δὲ τοῦ (5) λόγου τούτου κομίζουσι τὴν τοῦ θείου Δαμασκηνοῦ ῥῆσιν, τὴν, ὅτι προβολεύς ἐστιν τοῦ ἐκφαντορικοῦ Πνεύματος ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ, ἥτις καὶ οὐδαμῶς εἰς τοῦτον φέρει τὸν νοῦν, ἀλλὰ βούλεται τρανῶς τὴν δι’ Υἱοῦ τοῦ Πνεύματος παριστάνειν φανέρωσιν (10) ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχοντος· ἐπεὶ ὁ αὐτὸς Δαμασκηνὸς οὐκ ἂν ἐν αὐτῷ τούτῳ τῷ κεφαλαίῳ μόνον αἴτιον ἐν τῇ Τριάδι τὸν Θεὸν καὶ Πατέρα ἐδίδασκε, καὶ διὰ τῆς τοῦ μόνος φωνῆς ἀφῃρεῖτο τὴν αἰτίαν τὰς λοιπὰς ὑποστάσεις, οὐδ’ ἐν ἑτέροις πάλιν, (15) Υἱοῦ μὲν πνεῦμα λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον, ἔφασκεν, ἐκ τοῦ Υἱοῦ δὲ αὐτὸ οὐ λέγομεν, συμβαίνειν γὰρ ἀλλήλοις ταῦτα οὐ δύναται, πλὴν τούτοις οὕτω μὴ πρὸς τὸν πατρικὸν σκοπὸν τὰς πατρικὰς δεχομένοις φωνὰς, πρὸς δέ τινα ἕτερον καθάπαξ (20) ἀπηγορευμένον τοῖς Πατράσιν αὐτοῖς, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τὴς ποίμνης ποιούμεθα. (25)

δʹ. Τοῖς αὐτοῖς διαβεβαιουμένοις, ὡς διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει ἐκ τοῦ Πατρὸς ὁ Παράκλητος, καὶ εἰς πίστιν πάλιν τοῦδε προβαλλομένοις τὴν, «ὅτι διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ ὑπάρχει,» ἐνίων γραφὴν, ἥ γε καὶ δηλοῖ μὲν τὴν (30) ἐκεῖθεν αὐτοῦ ἔκλαμψιν καὶ φανέρωσιν· δι’ Υἱοῦ γὰρ ὁμολογουμένως αὐτὸς ἀϊδίως ἐκλάμπει καὶ ἀναδείκνυται ὁ Παράκλητος, ὥσπερ ἐκ τοῦ ἡλίου διὰ τῆς ἀκτῖνος τὸ φῶς· δηλοῖ δὲ καὶ τὴν εἰς ἡμᾶς χορηγίαν καὶ δόσιν καὶ ἀποστολήν· οὐ μὴν δὲ καὶ (35) ὅτι ὑφίσταται δι’ Υἱοῦ καὶ ἐξ Υἱοῦ, καὶ τὸ εἶναι δι’ αὐτοῦ καὶ παρ’ αὐτοῦ λαμβάνει, ἐπειδήπερ εἶχεν ἂν ὄντως καὶ αὐτὸν τὸν Υἱὸν αἴτιον καὶ ἀρχὴν, ὥσπερ δὴ καὶ αὐτὸν τὸν Πατέρα, ἵνα μὴ λέγω καὶ μᾶλλον τοῦ Πατρὸς τὸν Υἱὸν, εἴπερ ἐξ οὗ τὴν ὕπαρξιν (40) ἕκαστον ἔχειν λέγεται, ἐκεῖνο καὶ ἀρχὴν πλουτεῖν καὶ αἴτιον τοῦ εἶναι πεπίστευται· τούτοις τὰ τοιαῦτα καὶ φρονοῦσι καὶ λέγουσι, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ (45) ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τὴς ποίμνης ποιούμεθα.

εʹ. Τοῖς αὐτοῖς φάσκουσιν, ὡς ἡ διὰ πρόθεσις ἁπανταχοῦ τῆς θεολογίας ἰσοδύναμός ἐστι τῇ ἐκ, καὶ διὰ τοῦτο διισχυριζομένοις μηδὲν διαφέρειν διὰ (50) τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγειν τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, κἀντεῦθεν ἀναμφιβόλως καὶ ὕπαρξιν τῷ Πνεύματι ἐκ τοῦ Υἱοῦ καὶ οὐσίωσιν νέμουσι· καὶ ἢ τὸ διττὸν τῆς αἰτίας συνάγουσιν, ἢ νέμουσι· καὶ ἢ τὸ διττὸν τῆς αἰτίας συνάγουσιν, ἢ τὸ ἑνιαῖον μέν· πλὴν τὸν Υἱὸν τῷ Πατρὶ κατ’ αὐτὸν (55) δὴ τοῦτον τὸν τῆς αἰτίας λόγον συνάπτουσιν, ἅπερ ἀμφότερα πάσης βλασφημίας ἐπέκεινα· οὐ γάρ ἐστιν ἐν τῇ Τριάδι ἑτέρα τις ὑπόστασις παρὰ τὴν τοῦ Πατρὸς, ἐξ ἧς ἂν εἴη τοῖς ὁμοουσίοις ὕπαρξις (241) καὶ οὐσίωσις· κατὰ δὲ τὴν κοινὴν τῆς Ἐκκλησίας δόξαν, καὶ τοὺς εἰπόντας ἁγίους, ῥίζα καὶ πηγὴ Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ, καὶ μόνη πηγὴ τῆς θεότητος ὁ Πατὴρ, καὶ μόνος αἴτιος· εἰ γὰρ καὶ διὰ τοῦ Υἱοῦ παρά τισι τῶν ἁγίων ἐκπορεύεσθαι τὸ (5) Πνεῦμα τὸ ἅγιον εἴρηται, τὴν εἰς ἀΐδιον ἔκφανσιν, ἡ δι’ Υἱοῦ λέξις ἐνταῦθα οὐ τὴν εἰς τὸ εἶναι καθαροὺς σημαίνειν βούλεται πρόοδον τοῦ ἐκ Πατρὸς τὴν ὕπαρξιν ἔχοντος Πνεύματος, ἐπεὶ ἀφῃρεῖτο ἂν τὸν Πατέρα τὸ μόνον αἴτιον εἶναι, καὶ μόνην πηγὴν τῆς (10) θεότητες, ἀπήλεγχε δὲ καὶ τὸν φάσκοντα θεολόγον, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας, οὐκ ἀληθῆ θεολόγον· τούτοις οὕτω φάσκουσι τὴν ἀναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, (15) καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ϛʹ. Τοῖς αὐτοῖς διισχυριζομένοις ὡς ἡ μία οὐσία καὶ θεότης Πατρὸς καὶ Υἱοῦ τῆς τοῦ Πνεύματος ὑπάρξεώς ἐστιν αἰτία, ὅπερ οὐδεὶς τῶν νοῦν ἐχόντων (20) οὐδέποτε οὔτε εἰρηκὼς, οὔτε φροντίσας ἐφάνη· οὐδὲ γάρ ἐστιν ἡ κοινὴ οὐσία καὶ φύσις ὑποστάσεως αἰτία, ἐπεὶ μηδὲ γεννητική ποτε, οὐδὲ προβλητικὴ, αὕτη ἡ κοινὴ οὐσία πέφυκε τῶν ἀτόμων, ἡ δὲ μετ’ ἰδιωμάτων οὐσία, ἥτις σαφῶς κατὰ τὸν μέγαν Μάξιμον (25) αὐτὴν δηλοῖ τὴν ὑπόστασιν· ἀλλὰ καὶ κατ’ αὐτὸν δὴ τὸν μέγαν Βασίλειον· κἀκεῖνος γὰρ ὑπόστασιν ὁρίζεται εἶναι τὴν τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινι πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων περιστῶσαν καὶ περιγράφουσαν· διὰ (30) τοῦτο καὶ τὸ τῆς οὐσίας ἄτομον ἀεὶ προβάλλεται τὸ ἄτομον, ὡς τὸ γεννώμενον εἶναι καὶ τὸ προβάλλον, ὡς τὸ προβαλλόμενον, Πατρὸς δὲ καὶ Υἱοῦ, ἡ οὐσία μία, καὶ οὐχ ὡς ὅλως ἄτομον· τούτοις οὕτως ἄτοπα βλασφημοῦσι τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ (35) καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ζʹ. Τοῖς αὐτοῖς, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς τῷ αἰτίῳ κοινωνοῦσι τοῦ Πνεύματος δογματίζουσιν, οὐχ ὡς (40) ἀρχαὶ δύο καὶ αἴτια δύο· καὶ ὅτι κατὰ τοσοῦτον κοινωνεῖ ὁ Υἱὸς τῷ Πατρὶ καθ’ ὅσον ἐστὶν ἧκον εἰς τὴν διὰ, κἀντεῦθεν διαφορὰν τῆς αἰτίας τοῦ Πνεύματος κατὰ τὴν τῶν προθέσεων τούτων διαφοράν τε καὶ δύναμιν ἐπεισάγουσι, καὶ ἄλλως μὲν αἴτιον ὡς ἐκ (45) τοῦ λόγου τὸν Πατέρα, ἄλλως δὲ τὸν Υἱὸν, καὶ φρονοῦσι καὶ λέγουσι, καὶ ἀριθμὸν αἰτίων τοῦ λοιποῦ καὶ πλῆθος τοῦ Πνεύματος ἐπιφέρουσι, κἂν μυριάκις τοῦτο ἀπαγορεύσωσι, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν (50) τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ηʹ. Τοῖς αὐτοῖς διατεινομένοις, ὅτι ὁ Πατὴρ αἴτιος τοῦ ἁγίου Πνεύματος, οὐ τῷ λόγῳ τῆς ὑποστάσεως, (55) τῷ δὲ λόγῳ τῆς φύσεως, καὶ ἐκ τούτου καὶ τὸν Υἱὸν ἀναγκαίως αἴτιον ἀποφαινομένοις τοῦ Πνεύματος, τὸν αὐτὸν ἔχοντα τῷ Πατρὶ τῆς φύσεως λόγον, καὶ μὴ συνορῶσιν ὅσον τὸ ἐντεῦθεν ἑπόμενον ἄτοπον· (242) δεῖ γὰρ ἄρα τὰ μὲν καὶ αὐτὸ τὸ Πνεῦμα αἴτιόν τινος εἶναι, τὸν αὐτὸν τῷ Πατρὶ τῆς φύσεως δεχόμενον λόγον, δεύτερον δὲ καὶ εἰς πλῆθος προχωρεῖν τῆς αἰτίας· ὅσαι γὰρ τῆς φύσεως μετέχουσιν ὑποστάσεις, καὶ τῆς αἰτίας μεθέξουσιν· καὶ τρίτον τὴν (5) κοινὴν οὐσίαν καὶ φύσιν ὑποστάσεως αἰτίαν εἶναι, ὅπερ ἅπας ἀπαγορεύεται λόγος, καὶ αὐτή γε μετὰ τοῦ λόγου ἡ φύσις· τούτοις οὕτω ἔκτοπα φρονοῦσι καὶ τῆς ἀληθείας ἀλλότρια, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνο(10) μεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

θʹ. Τοῖς αὐτοῖς λέγουσιν, ὡς ἐπὶ τῆς δημιουργίας ἡ διὰ τοῦ Υἱοῦ φωνὴ δήλωσιν μὲν τῆς προκαταρκτικῆς (15) αἰτίας ἔχει, οὐ μὴν δὲ καὶ τὸν Υἱὸν διαιρεῖ τοῦ δημιουργὸν καὶ αἴτιον εἶναι τῶν δι’ αὐτοῦ γεγονότων κτισμάτων, οὕτω δὴ καὶ ἐπὶ τῆς θεολογίας αὐτῆς, εἰ καὶ ἀρχικὸν αἴτιον Υἱοῦ καὶ Πνεύματος ὁ Πατὴρ λέγεται, καὶ διὰ τοῦ Υἱοῦ τοῦ Πνεύματός ἐστιν αἴτιον, (20) οὐκ ἂν διαιρεθείη τοῦ Πατρὸς ὁ Υἱὸς ἐπὶ τῇ προόδῳ τοῦ Πνεύματος· ταῦτα δὲ λέγουσι, καὶ τῷ Πατρὶ παραλόγως τὸν Υἱὸν ἐπὶ τῷ τοῦ Πνεύματος αἰτίῳ συνάπτουσιν· οὐδὲ γὰρ εἰ δημιουργὸς ὁ Υἱὸς τῶν δι’ αὐτοῦ γεγονότων ὥσπερ καὶ ὁ Πατὴρ, ἤδη (25) καὶ τοῦ Πνεύματος αἴτιος, ὅτι προβολεὺς τοῦ Πνεύματος δι’ αὐτοῦ ἐστιν ὁ Πατὴρ, οὐδὲ πάλιν ὅτι προβολεὺς τοῦ Πνεύματος δι’ αὐτοῦ Υἱοῦ ἐστιν ὁ Πατὴρ, ἤδη καὶ δι’ αὐτοῦ αἴτιός ἐστι τοῦ Πνεύματος· τὴν γὰρ εἰς ἔκφανσιν ἐνταῦθα καὶ ἔκλαμψιν, οὐ τὴν (30) εἰς τὸ εἶναι πρόοδον ἡ «δι’ Υἱοῦ» ῥῆσις παρίστησιν· ἢ γὰρ ἂν οὐκ εὐαρίθμητα ἐτύγχανεν ὄντα, ὅσα ἐντεῦθεν συνάγεται ἄτοπα· πλὴν τούτοις ἀλογίστως ταῦτα λέγουσι, καὶ τοῖς τῶν ἁγίων ῥήμασιν ἐπιφυομένοις, καὶ βλασφημιῶν ἐντεῦθεν ἀνακινοῦσιν (35) ἐσμὸν, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ ποίμνης ποιούμεθα.

ιʹ. Τοῖς αὐτοῖς ὅτι καθ’ ὃν τρόπον πηγὴ ζωῆς ἡ (40) Παρθένος καὶ Θεοτόκος ὀνομάζεται, οὕτω δὴ καὶ ὁ Υἱὸς πηγὴ ζωῆς ὀνομάζεται, λέγουσιν· ἡ δὲ Παρθένος οὕτω λέγεται διὰ τὸ τῷ μονογενεῖ Λόγῳ ἔμψυχον σάρκα δανεῖσαι ψυχῇ, λογικῇ τε καὶ νοερᾷ, καὶ αἰτία αὐτοῦ τοῦ μετὰ Χριστὸν ἀνθρώπου γενέσθαι, (45) καὶ ὁ Υἱὸς ἄρα τοῖς τὴν ζωὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἐκλαμβάνουσι, κατὰ τὸν τῆς αἰτίας λόγον εἰρῆσθαι πηγὴ ζωῆς νοηθήσεται· τούτοις ἐξ ἀνοικείων οὕτως ὁμοιώσεών τε καὶ ὑποδειγμάτων τὰς ἀποδείξεις τοῦ κοινωνεῖν τῷ Πατρὶ τὸν Υἱὸν ἐπὶ τῇ (50) ὑπάρξει τοῦ Πνεύματος ποιουμένοις· καὶ γὰρ οὐχ ὡς ἡ Παρθένος πηγὴ ζωῆς εἴρηται, οὕτω δὴ καὶ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πηγὴ ζωῆς ὀνομάζεται, εἴπερ ἐκείνη μὲν ὅτι ἐξ αὐτῆς ἡ ὄντως ζωὴ, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος καὶ Θεὸς ἀληθινὸς ἐγεννήθη κατὰ (55) τὸ ἀνθρώπινον, καὶ αὐτή γε τῆς θείας αὐτοῦ σαρκὸς ὑπῆρξεν αἰτία, ὁ Υἱὸς δὲ πηγὴ ζωῆς, ὅτι τοῖς ὑπὸ τῆς ἁμαρτίας νενεκρωμένοις ἡμῖν αἴτιος ὑπῆρξε ζωῆς, καὶ ὥσπερ τι ῥεῦμα ταύτην ποταμοῦ τοῖς (243) πᾶσιν ἐπήγαγεν· καὶ ὅτι τοῖς αὐτὸν πιστεύουσιν ὡς ἀπὸ πηγῆς αὐτῆς καὶ δι’ αὐτοῦ χορηγεῖται τὸ Πνεῦμα, καὶ αὐτή γε ἡ χάρις ἀναβλύζει τοῦ Πνεύματος, ἥτις οὐδὲν καινὸν, οὔτε τῆς τῶν Γραφῶν συνηθείας ἀλλότριον, ἐὰν ἅγιον ὁμωνύμως καλῆται (5) Πνεῦμα· οἰκειοῦται γὰρ ἔστιν ὅτε καὶ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος τὴν κλῆσιν· ὥσπερ δῆτα καὶ ἥλιον πολλάκις τὴν ἡλίου αὐγὴν καὶ λαμπηδόνα λέγειν οὐκ ἀναινόμεθα· τούτοις οὕτω συμπεραίνειν καὶ συμβιβάζειν τὰ μηδόλως πεφυκότα φιλονεικοῦσι τὴν (10) προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.

ιαʹ. Τοῖς αὐτοῖς τὰς τῶν ἁγίων φωνὰς οὐ πρὸς (15) τὸν ὀρθὸν τῆς Ἐκκλησίας σκοπὸν ἐκλαμβάνουσιν, οὐδὲ θεραπεύουσι τὸ δοκοῦν προσίστασθαι κατὰ τὰς πνευματικὰς παραδόσεις, καὶ τὰς κοινὰς περί τε Θεοῦ καὶ τῶν θείων ὑπολήψεις, ἀλλὰ πρός τινα νοῦν ἀπᾴδοντα τῶν προκειμένων αὐτὰς ἐκβιβάζουσιν, ἢ (20) ψιλαῖς αὐταῖς προσέχουσι, καὶ πρὸς δόγμα ἐντεῦθεν ἐκφερομένοις ἀλλότριον, τὴν προαναγεγραμμένην ψῆφόν τε καὶ καταδίκην ἐπάγοντες, ἀποτέμνομεν τῆς τῶν ὀρθοδόξων ὁλομελείας, καὶ ἀποκηρύκτους τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῆς ποίμνης ποιούμεθα.
(25) Ἀλλὰ τὰ μὲν τῶν ἀναγεγραμμένων καὶ ἤδη ἐκκεκηρυγμένων ἀνθρώπων δόγματα οὕτως ἔχει βλασφημίας, οὕτως ἔχει κακίας, οὕτω τοῦ ἐκκλησιαστικοῦ παντάπασιν ἐκπίπτει φρονήματος, κἂν ὁ τούτων (30) πατὴρ Βέκκος, κἂν ἕτερός τις τῶν σπουδαστῶν, τῶν ἁγίων φρονήματα ταῦτα εἶναι διισχυρίζηται, συκοφάντην αὐτὸν ἀληθῶς τῶν ἁγίων καὶ ὑβριστὴν ἡγητέον. Ποῦ γὰρ οἱ θεοφόροι τὸν Θεὸν καὶ Πατέρα διὰ τοῦ Υἱοῦ αἴτιον τοῦ Πνεύματος ἔφασαν; Ποῦ (35) τὸν Παράκλητον εἶπον, ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν; Ποῦ δὲ πάλιν αὐτὸν τὸν Παράκλητον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν; Ποῦ τὴν μίαν οὐσίαν καὶ θεότητα Πατρὸς καὶ Υἱοῦ αἰτίαν τῆς ὑπάρξεως τοῦ ἁγίου (40) Πνεύματος ἐδογμάτισαν; Τὴν δὲ πατρικὴν ὑπόστασιν τίς ποτε καὶ ἐν ποίοις αὐτοῦ συντάγμασι τοῦ μὴ μόνην αἰτίαν εἶναι Υἱοῦ καὶ Πνεύματος ἀπηγόρευσε; Τίς καὶ τὸν Πατέρα αἴτιον φρονεῖν τοῦ Πνεύματος, οὐ τῷ λόγῳ τῆς ὑποστάσεως, ἀλλὰ τῷ (45) λόγῳ τῆς φύσεως ἐδογμάτισε; καὶ τοῦτο αὐτὸ οὐκ ἀπένειμεν ὡς ἰδίωμα τῶν ἄλλων δύο χωρίζον ὑποστάσεων; Τίς τἄλλα ἅπερ αὐτὸς ψευδόμενος ἐφ’ ὕβρει τῶν Πατέρων, τῶν Πατέρων εἶναί φησι; δύο κακῶν οὐδέτερον ποιεῖν ἀφιστάμενος. Καὶ γὰρ αὐτῶν καὶ αὐτὰ (50) παραφθείρει τὰ ῥήματα ἔστιν οὗ. Καὶ οὐδ’ ἂν ἀπαραποιήτοις τοῖς ῥήμασι χρήσηται, τὸν γνήσιον ὅμως οὐκέτι τῶν ῥημάτων ἀσπάζεται νοῦν. Οὐδὲ βλέπει πρὸς τὸν σκοπὸν πρὸς ὃν καὶ ὁ τῶν ῥημάτων ἀφεώρα Πατὴρ, ἀλλὰ τὴν πρόθεσιν καὶ τὴν χρείαν, καὶ αὐτό γε τὸ (55) βούλημα ὑπερηφάνως τῆς Γραφῆς παρατρέχων σφοδρῶς ἐπιφύεται τῇ λέξει, καὶ τὴν σκιὰν ἀντὶ τοῦ σώματος ἀπενεγκὼν, βιβλία συντάττει. Ἴσον δ’ εἰπεῖν, ὅτι καὶ ἐκ ψάμμων σχοινία πλέκει, καὶ οἰκίας (244) ἐντεῦθεν οἰκοδομεῖ. οὐκ οἶδα τί ἕτερον ἐσομένας, εἰ μὴ τὴν στήλην φαίη καὶ τρόπαιον, τὴν μὲν τῆς ἀφροσύνης αὐτοῦ κήρυκα, τὸ δὲ δήλωσιν τοῦ ἀγῶνος αὐτοῦ, ὃν κατὰ τῆς ἑαυτοῦ σωτηρίας ἠγώνισται. Διὰ τοῦτο καὶ αὐτὰ τὰ δόγματα τοῖς ἑαυτῶν Πατράσι συγκαταδικάζοντες, (5) κρίνομεν ὡς ἐκείνων, οὕτω δὴ καὶ αὐτῶν ἐκ τῆς Ἐκκλησίας τὸ μνημόσυνον ἀπολέσθαι μετὰ ἤχου. Ἄκανθαι γάρ εἰσιν οἱονεὶ καὶ τρίβολοι, ἐκ θείας παραχωρήσεως τῇ ζωηφόρῳ τῆς Ἐκκλησίας ἀναφυεῖσαι χώρᾳ· ἢ καὶ ζιζάνια πονηρὰ ὁποῖα (10) τῷ καθαρῷ τοῦ Εὐαγγελίου σίτῳ ἐχθρὸς ἐνέσπειρεν ἄνθρωπος, τὴν ἀνοχὴν τοῦ ἐκδικοῦντος Θεοῦ εὔθετον εὑρηκὼς τῆς κακουργίας καιρόν. Εἰ δὲ βούλει, ὃ καὶ μᾶλλον τῇ πονηρίᾳ προσέοικεν, ἐχιδνῶν εἰσι θανατηφόρα γεννήματα, καὶ κατὰ τὴν Γραφὴν ἔγγονα (15) βασιλίσκων, θάνατον ἁπάσῃ τῇ προσπελαζούσῃ ψυχῇ ἐπιφέροντα, παρὰ τοσοῦτον σώζεσθαι ἄξια παρ’ ὅσον μηδὲ τὴν ἀρχὴν αὐτὰ εἰς γένεσιν καὶ γνῶσιν ἀνθρώπων ἐλθεῖν, ἃ καὶ πυρὶ καὶ σιδήρῳ, καὶ πᾶσι τοῖς δυνατοῖς ἀφανίζειν, ὁποῖα ταῦτ’ ἂν (20) εἴη τῇ Ἐκκλησίᾳ κατεργαστέον, καὶ εἰς τὸ μὴ εἶναι παραπεμπτέον, καὶ τὸν ἔσχατον ὄλεθρον, καί γε πᾶσι τοῖς τῆς καθ’ ἡμᾶς Ἐκκλησίας υἱοῖς, σπουδῇ φεύγειν αὐτὰ παραινοῦμεν, καὶ μηδ’ ὅσον παρέργως ἀκοῦσαι τὰς ἀκοὰς ὑπέχειν αὐτοῖς. Οὐ μέχρι δὲ παραινέσεως (25) τὸν λόγον ἱστῶμεν, ἀλλ’ ἤδη τι καὶ ἀπειλῆς, καὶ φόβου, καὶ τῆς ἀσφαλείας ἕνεκεν τοῦ μέλλοντος προστιθέαμεν. Τίς οὖν ἡ ἀπειλὴ, ἐπειδήπερ ἡ τῷ πρὸ μικροῦ χρόνῳ συμβεβηκυῖα πρᾶξις τὴν Ἐκκλησίαν συγχέασα, εἰς τέλος κατελυμήνατο, ἣν (30) καὶ οἰκονομίαν τἀναντία δυναμένην οὐκ οἶδ’ ὅπως ὠνόμασαν; Ἡ δ’ αὐτὴ καὶ τὰ προανατεταγμένα ἀλλόκοτα δόγματα, ἃ τὸν Βέκκον Ἰωάννην προστάτην ἐπλούτησεν, ἐπισφαλῶς καὶ λίαν ἐπικινδύνως εἰσήνεγκε. Τοῦτο δὲ τρανέστατα τοῖς πᾶσι διοριζόμεθα, (35) ὡς εἴ τις τῶν νῦν τε ὄντων ἀνθρώπων, καὶ τῶν ὕστερον ἐσομένων, τολμήσειέ ποτε τὴν τότε μνημονευθεῖσαν πρᾶξιν καλῶς ἐσβεσμένην ἀνανεῶσαι, τά τε καταργηθέντα λυσιτελῶς ἤδη δόγματα ἐπὶ τῆς ἡμετέρας Ἐκκλησίας ἀναγορεῦσαι, ἢ λάθρα ἢ κακούργως (40) ὑποβαλεῖν, ἢ εἰσήγησιν τοῦ ταῦτα φρονεῖν ἢ ἐπαινεῖν, εἰσενεγκεῖν, ἤ τι ὅλως μετιέναι ὑπὲρ τῆς ἐν ἡμῖν καὶ αὖθις αὐτῶν παῤῥησίας παρὰ φαῦλον τὰ γνήσια τῆς πρώτης Ἐκκλησίας θέμενος δόγματα, καὶ τὰ νῦν αὐτῆς κατὰ τῶν νόθων καὶ ἀλλοτρίων, (45) ἔτι δὴ καὶ τῆς δι’ ἣν ταῦτα οἰκονομίας καὶ πράξεως παρεισεφθάρη τῇ Ἐκκλησίᾳ προστάγματα. Τοῦτον καὶ τὸν ὅλως τοὺς ἐκ τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἔχοντας τέως ἀμεταθέτως ἐφ’ οἷς ἄνωθεν παρὰ τῆς Ἐκκλησίας ἡμῶν ἐνεκλήθησαν, δι’ ἃ καὶ τὸ μεταξὺ (50) ἐπισυμβέβηκε σχίσμα δέξασθαί ποτε συνθησόμενον, καὶ δέξασθαι πλέον καὶ γνησιώτερον ἤπερ εἰώθειμεν πρότερον, πρὸ τῆς πεπλασμένης δηλαδὴ ταύτης οἰκονομίας, καὶ τῆς ἀποβλήτου καὶ τῷ καλῷ πολεμίας εἰρήνης, τοῦτον σὺν τῷ ἀποκήρυκτον ποιῆσαι τῆς (55) Ἐκκλησίας, ἐκκόψαι τε καὶ ἀλλοτριῶσαι τῆς ἡμῶν τῶν εὐσεβῶν ἐπισυναγωγῆς τε καὶ κοινωνίας, καὶ τῷ τοῦ ἀναθέματος ἐπιτιμίῳ φρικώδει καθυποβάλλομεν, Ἐπεὶ μηδὲ συγγνωστὸς ἐν ἀνθρώποις ἐκεῖνος, (245) ὃς μηδὲ μετὰ τοσαύτην πεῖραν τοῦ προλαβόντος κακοῦ, μηδὲ μετὰ τὴν ἀρτίως ἐπενηνεγμένην καταδίκην πεπαίδευται μὴ ἐπιτολμᾷν τοῖς τοιούτοις, μηδ’ ἔγνωκε τοῖς κειμένοις τῶν Πατέρων ἐπιτεχνάζεσθαι ὅροις, μηδὲ μαθητὴς μὲν τῇ Ἐκκλησίᾳ διὰ παντὸς (5) καὶ ὑπήκοος. Καὶ ταῦτα φθεγγόμεθα καὶ διαπραττόμεθα, τοῦ τε ἀνεπηρεάστου, καθώσπερ ἔφημεν, ἕνεκεν, καὶ τῆς κοινῆς τῶν ψυχῶν ὠφελείας πάντων, ὅσοι τε νῦν ὑπὸ τὴν ἡμετέραν εὐσεβῆ Ἐκκλησίαν τελοῦσιν. (10)

Ἀλλὰ μένετε, οἱ γνήσιοι τοῦ Θεοῦ, ἀποστρεφόμενοι καὶ βδελυττόμενοι τά τε ἄλλα τῆς ἀληθείας πολέμια δόγματα, καὶ αὐτὰ τὰ τοῦ Βέκκου γεννήματα. Ἀποστρεφόμενοι δὲ οὐχ ἧττον καὶ αὐτὸν, καὶ ὧν ὁ λόγος ἀνώτερον ἐμνήσθη κατ’ ὄνομα, τὰ βλάσφημα (15) σὺν αὐτῷ ἀπερευξαμένους, καὶ μέχρι τοῦδε οἰκειουμένους αὐτὰ, καὶ ἀμεταμέλητα στέργοντας. Καὶ οὕτως ἐχόντων μενεῖ ἐν ἡμῖν ὁ Παράκλητος, οὐ μόνον τῆς ἀπὸ τῶν τοιούτων, ἀλλὰ καὶ τῆς ἀπὸ τῶν παθῶν κρείττους διαφυλάττων λύμης ὑμᾶς ἐπὶ μετουσίᾳ (20) τῶν αἰωνίων ἀγαθῶν καὶ τῆς τοῖς δικαίοις ἡτοιμασμένης μακαριότητος. Καὶ ὑμεῖς μὲν οὕτως ἔχοιτε καὶ σχοίητε· ἡ δὲ ἀναγεγραμμένη ψῆφός τε καὶ ἀπόφασις νῦν μὲν παρὰ τῆς Ἐκκλησίας κατὰ τῶν τῆς Ἐκκλησίας ἀποστατῶν καὶ ἀθετητῶν ἐξενήνεκται, (25) μικρὸν δὲ ὕστερον καὶ παρὰ τοῦ μεγάλου κριτοῦ, εἰ μὴ πρὶν ἐλθεῖν τὴν ἡμέραν αὐτοῦ τὴν μεγάλην καὶ ἐπιφανῆ, μετανοίᾳ καὶ δάκρυσι καὶ ἀσχέτῳ πένθει φθάσουσιν ἑαυτοὺς ἐξελόντες. Καὶ (246) γὰρ εἰ μεταβληθήσονται καὶ πρὸς τὸ τῆς μητρὸς ἡμῶν Ἐκκλησίας φῶς γνησίοις καὶ πάλιν τοῖς τῆς ψυχῆς ἐνίδωσιν ὀφθαλμοῖς, ὥσπερ ἔξω τὸν πρὸς αὐτὸν ἐρχόμενον οὐκ ἐκβάλλει Χριστὸς, ἐπιστρέφεται δὲ μᾶλλον ἐπιστρέφοντος, καὶ ἐναγκαλίζεται, κἂν (5) ἄσωτος ᾖ καὶ τὴν πατρῴαν οὐσίαν καταφαγὼν, κἂν ἀπολωλὸς πρόβατον καὶ τῆς σωζούσης μάνδρας ἀποσκιρτῆσαν, κἂν ἄλλο τι τῶν πόῤῥω γεγονότων τῆς χάριτος· οὕτω δὲ καὶ αὕτη συνάξει καὶ οἰκειώσεται, καὶ εἰς τὴν τῶν τέκνων μοῖραν καὶ τάξιν αὖθις (10) ἐγκαταστήσει, μόνον εἰ θρηνήσουσί ποτε, καὶ ἐφ’ ἑαυτοῖς ὃ νῦν ἡμεῖς πάσχομεν πάθωσιν. Εἰ γὰρ καὶ ἡμῶν ἀποκόπτομεν, εἰ καὶ τῆς τῶν εὐσεβῶν ἐξορίζομεν Ἐκκλησίας, εἰ τῇ φοβερᾷ καὶ μεγάλῃ τῆς ἀκοινωνησίας καὶ ἀλλοτριώσεως τῶν ὀρθοδόξων καθυποβάλλομεν (15) καταδίκῃ, οὐχ ὡς ἐφηδόμενοι τοῖς αὐτῶν παθήμασι τοῦτο δρῶμεν, οὐδ’ ὡς τῇ ἀποβολῇ τῶν ἀνδρῶν ἐπιχαίροντες, τοὐναντίον μὲν οὖν καὶ ἀλγοῦμεν, καὶ ὡς ἀηδῶς τὴν διάζευξιν φέρομεν. Πλὴν ἀλλὰ τίς ἡμᾶς ἀνάγκη ἐπὶ τὴν πρᾶξιν τήνδε (20) κινεῖ; Δυοῖν πάντως ἕνεκεν, τοῦ τε ὀδυνηθέντας αὐτοὺς ταύτῃ καὶ πικρανθέντας ἐπανελθεῖν διὰ μετανοίας, τῆς ἀπονοίας κατεγνωκότας, καὶ τῇ Ἐκκλησίᾳ ἑαυτοὺς ἀνασώσασθαι, τοῦ τε σωφρονισθῆναι καὶ παιδευθῆναι τοὺς ἄλλους ἐντεῦθεν, μὴ ἐπιτολμᾷν (25) ποτε τοῖς ὁμοίοις, μηδ’ ἐπιχειρεῖν κατὰ τῶν ἀθίκτων, μηδὲ κατὰ τῶν ἁγίων νεανιεύεσθαι, μήπως οὕτω θρασυνόμενοι τῶν αὐτῶν ἀμοιβῶν κατὰ τὸ ὑπόδειγμα τύχωσιν.

Post Reply